Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.44-6
Not analysed yet
73. ὑποδεξείη] ὡς Ἀργείη· τὸ δὲ ἀκόλουθον ὤφειλεν εἶναι. κοινὸν ὑποδεξία ὡς παρὰ τὸ ἀνόρεκτος ἀνορεξία. ταῦτα ἐν τῇ προσῳδίᾳ· ἐν μέν- τοι τῇ καθόλου οὕτως “πᾶσά τοί ἐσθʼ ὑποδεξίητ” ἕνεκα μέτρου ἔκτασιν ἔπαθε τοῦ ι. ἀγνοίᾳ μέντοι τἀκριβοῦς διὰ τῆς ει διφθόγγου τὴν γραφὴν ποιοῦνται, καὶ οὕτως ἔχει ἡ τοῦ Ἀριστοφάνους παράδοσις. αἱ δὲ Ἀριστάρχου οὕτως εἶχον διὰ τοῦ γάρ, πολέσιν γὰρ ἀνάσ- σεις. ἔχει δέ τι Ὁμηρικὸν καὶ ἡ διὰ τοῦ δέ, πολέεσσι δʼ ἀνάσ- σεις. πᾶσά τοι ἔσθʼ ὑποδεξείη] πρὸς ὑποδοχὴν εὐτρέπισται σοὶ χο- ρηγία. ἐπαίρει δὲ τὸν βασιλέα εἰς τὸ μετέπειτα αὐτὸν ὑπήκοον σχήσων. *Αρίσταρχος πολέσιν γὰρ ἀνάσσεις.