Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.37-3
Not analysed yet
59. Εκτορ] οὐκ ἠθεῖε οὐδὲ κασίγνητε, ὡς πολλαχοῦ, ἀλλʼ Ἕκτορ· πᾶσαν γὰρ εὐνοϊκὴν προσηγορίαν ὁ θυμὸς ἐξέκοψεν. Ἕκτορ] μετὰ τὴν κλητικὴν στικτέον, κατὰ δὲ τὸ τέλος τοῦ στίχου στικτέον ἐν ὑποκρίσει. ὅλη δὲ ἡ ὁμοίωσις διὰ μέσου· τὸ γὰρ ἑξῆς, ἐπεί με κατʼ αἶσαν ἐνείκεσας, μή μοι δῶρʼ ἐρατὰ πρόφερε· τὰ δὲ ἄλλα διὰ μέσου. ἐπὶ δὲ τῶν τοιούτων ὑπερβατῶν τὰς παραλλήλους δύο ὀξείας ὑποτίθεμεν ἑκατέρωθεν τῶν διὰ μέσου. ἔστι δὲ καὶ αὕτη ἀνταπόδοσις· αἰεί τοι κραδίη πέλεκυς ὥς. ὁ δὲ λόγος, ἐπεί μοι ἐπέπληξας, σιδήρου τομώτερον εἶναί σέ φημι.