Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.44-3
Not analysed yet
123. νευρὴν μὲν μαζῷ] ὅτι Ζηνόδοτος πρὸ τούτου τὸν ἑξῆς τέτα- χεν, οὕτως ποιήσας “ἕλκε δʼ ὁμοῦ γλυφίδας καὶ νεῦρα βόεια·” εἶτα “αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε, νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον,” εἶτα “λίγξε βιός,” οὐ νοήσας ὅτι διὰ τῶν παρεπομένων, τοῦ “ἕλκε δʼ ὁμοῦ” καὶ “νευρὴν μὲν μαζῷ πέλα- σεν,” συνίστησι τὴν ἔντασιν γεγενημένην, εἶδʼ ἑξῆς λέγει, ἐπειδὴ ἐνετάθη καὶ κυκλοτερὲς ἐγένετο, ἀπέστειλε τὸ βέλος.