Ancient Greek
1.45 to 1.63
Scholia in Homerum, Scholia in Iliadum 1.45-5-63
Not analysed yet
75. *χρεώ] χρεία καταλαμβάνει. 76. *οὕτως γρ. ὅτι δήϊοι. 77. ὅτι προσυπακουστέον τὸ καὶ οὐ μὴ μᾶλλον θρηνήσει καὶ κόψεται; καὶ ὅτι ἔξωθεν τὸ ἰδών. 78. *διαρραίσει] διʼ ἑνὸς ρ αἱ Ἀριστάρχου. 86. *ἅμʼ ἔστειχον] Ἰακῶς τὸ στεῖχον αἱ Ἀριστάρχου, ἅμα στεῖχον. 88. *δόρπον] Ἀρίσταρχος μετὰ τοῦ α δόρπα. δόρπα] ἄριστον μὲν τὸ πρωῖνὸν ἔμβρωμα, δόρπος δὲ τὸ νῦν ἄριστον, ἢ δεῖπνον μεθʼ ὃ τὰ δόρατα ἔπαυον. διὰ τοῦ α δόρπα αἱ Ἀριστάρχον. ἄκαιρος δὲ Ζηνόδοτος γράφων τίθεντο δὲ δαῖτα θάλειαν· ἄτοπον γὰρ θαλιάζειν τοὺς πένθει ἀτλήτῳ τὴν ψυχὴν βεβλημένους. 89. *ἀολλέας] Ἀρίσταρχος γέροντας ἀριστέας. 92. *ἐπιθυμίαν ἐπλήρουν. 97. ἐν σοὶ μὲν λήξω] σύ μοι ἀρχὴ καὶ τέλος τῶν λόγων πάλιν γενήσῃ. ἀνακτᾶται δὲ αὐτὸν τοῖς ἐγκωμίοις, πρότερον καταπτοήσας. 99. ἵνα σφίσι βουλεύῃσθα] ἵνα τούτοις χρώμενος προβουλεύῃς τῶν ὑποτεταγμένων. ὡς τοῦ βασιλέως δὲ καὶ τῶν θεμίστων κρατοῦν- τος. οὐδέπω γὰρ ἐχρῶντο γραπτοῖς νόμοις. 101. *κρηῆναι δὲ καὶ ἄλλῳ] καὶ ἄλλου δέ τινος ἐπιτελέσαι καὶ βεβαιῶσαι τὴν γνώμην. 102. σέο δʼ ἕξεται ὅττι κεν ἄρχῃ] ἤτοι ἐν τῇ σῇ ἐξουσίᾳ ἔσται τὸ ἔργον τοῦτο δοκιμάσαι, ἢ τὸ τῶν λόγων κατόρθωμα σὸν ἔσται· εἰς σὲ γὰρ ἀνενεχθήσεται. τὸ ἕξεται δασυντέον· ἀπὸ γὰρ τοῦ ἔξω μέλλοντος δασυνομένου μέσος ἐστίν. 104. *ἄλλος] γράφεται καὶ ἄλλον. 106. διογενεῦς] περισπωμένως ἀναγνῶμεν· συναίρεσιν γὰρ ἔπαθε τοῦ διογενέος καὶ διογενοῦς, καὶ τροπῇ τοῦ ο εἰς ε διογενεῦς· γενικῆς γάρ ἐστι πτώσεως. 108. *οὔτι καθʼ ἡμέτερόν γε νόον] ἀντὶ τοῦ οὐ κατὰ τὴν ἐμὴν γνώμην. 109. ἀπεμυθεόμην] ἀπηγόρευον, ἐκώλυον· γράφεται δὲ καὶ ἐπεμυθεόμην, ἵνʼ ᾖ ἀπελογιζόμην. *οὕτως Ἀρίσταρχος, ἀπεμυθεόμην. 110. ὁ λόγος αἱρεῖ διαστέλλειν ἐπὶ τὸ εἴξας, ὑποστίζειν δὲ ἐν ὑποκρίσει ἐπὶ τὸ ἔτισαν. 112. *πεπίθοιμεν] Ἀρίσταρχος πεπίθωμεν· ἔστι γὰρ πίθωμεν. 115. ὦ γέρον, φησὶν, οὐδὲν ψευσάμενος τὰς ἐμὰς ἀδικίας ἀπηριθ- μήσω, βλάψαι με βουλόμενος, ὡς ᾠήθης. ἐπὶ δὲ τὸ τέλος τοῦ στίχον στικτέον· τὸ γὰρ ψεῦδος ἀντὶ τοῦ ψευδῶς.