Ancient Greek
1.48 to 1.56
Scholia in Homerum, Scholia in Iliadum 1.48-56
Not analysed yet
65. εἴ ταρ] οὕτως ὀξεῖα εἰς τὸν εἴ· τὸ γὰρ τάρ ἐστιν ἐγκλιτικὸς σύνδεσμος ἐπιφερόμενος. καὶ οὐ δεῖ ἀπόστροφον βάλλειν εἰς τὸ τ οὐ γάρ ἐστιν ὁ τέ σύνδεσμος· ἐπεφέρετο γὰρ ἂν ἕτερος τέ. *εὐχωλιῆς] ὅτι ἐλλείπει ἡ περί. ἑκατόμβης] ἢ τῆς ἀπὸ ἑκατὸν βοῶν, ἢ ἀπὸ ἑκατὸν βημάτων, ὅ ἐστιν κέ ζώων. 66. αἴ κέν πως ἀρνῶν κνίσης] Ἀρίσταρχος τὸ κνίσης ἑνικῶς, κατὰ γενικὴν πτῶσιν, ἄνευ τοῦ ι. τελείων] λελωβημένον γὰρ οὐ θύεται. 67. ἀντιάσας] ἀπαντήσας, μετασχών. ἀπὸ λοιγὸν ἀμῦναι] τὸ ἑξῆς ἐστὶν ἀπαμῦναι· διὸ φυλάττει τὸν ἴδιον τόνον. ὅταν γὰρ πρόθεσις τὴν σύνταξιν ἔχῃ πρὸς τὸ ἐπιφερό- μενον, τὸν ἴδιον τόνον φυλάσσει, ἄτε δὴ ἐπέχουσα τὴν τάξιν. εἰς δὲ τὸ αἴ κεν περισσὸς ὁ κεν, ἵνα ᾖ ἀντὶ τοῦ εἴ πως. 68. κατʼ ἄῤ ἕζετο] ὅτι Ζηνόδοτος γράφει ἐκαθέζετο. οὐκ ἐῷ δὲ ἑλληνίζειν τὸν Ὅμηρον· ὥσπερ γὰρ οὐδεὶς λέγει ἐκατέβαινεν, οὕτως οὐδὲ ἐκαθέζετο. 69. Κάλχας Θεστορίδης] ὅτι Ζηνόδοτος γράφει μάντις Θεστο- ρίδης. οὐ δύναται δὲ τῷ γένει τὸ λἶδος ἅμα συγκατατίθεσθαι. 71. καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν] ὅτι ἀντὶ τοῦ νεῶν, καὶ ὅτι Κάλχας ἡγήσατο τοῖς Ἕλλησι καὶ οὐχὶ Τήλεφος, ὡς τινες νεώτε- ροι, καὶ ὅτι τὸ εἴσω ἀντὶ τοῦ εἰς. 73. *ὅ σφιν] οὕτως διὰ τοῦ ἑνός σ *ὅτι Ζηνόδοτος γράφει “ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα.” 74. ὦ Ἀχιλεῦ, κέλεαί με] καὶ τῷ βασιλεῖ ἀπολογεῖται ὡς ἀναγ- καζόμενος ὑπὸ Ἀχιλλέως, καὶ τῷ πλήθει ὡς δέει τοῦ βασιλέως μὴ προειπών. 77. ἠμέν μοι πρόφρων] ἐπὶ μὲν τοῦ προτέρου βαρεῖαν παρα- ληπτέον κατὰ τὴν ἄρχουσαν· κεῖται γὰρ ἀντὶ τοῦ ἠμὴν, ὅπερ ἐστὶν ὁρκικὸν ἐπίρρημα, ὅπερ ὁ ποιητὴς ἀεὶ διὰ τοῦ ε προφέρεται· “ἠμὲν τοὺς ἵππους τε καὶ ἅρματα,” “ἠμὲν ἐμοὶ δώσειν” (Il. 14, 275). τὸ δὲ “ἦ γὰρ ὀΐομαι” (78) περισπωμένῃ τάσει ἀναγνωστέον· διαβε- βαίωτικὸς γὰρ ὁ σύνδεσμος.