Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.57
Not analysed yet
80. *κρείσσων γὰρ βασιλεύς] ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν γράφει. τὰ δὲ τοιαῦτα συγκριτικὰ ἔχει ἐπὶ τῆς εὐθείας τὸ ν. χέρηϊ] ὡς Ἄρηϊ. γέγονε δὲ οὕτως. ἔστι τι χερείων, οὗ γενικὴ χερείονος καὶ αἰτιατικὴ “χερείονά περ καταπέφνων” (Il. 17, 539), ὃν οὖν τρόπον τὴν χερείονα αἰτιατικὴν συγκόψας ἔφη “ἀλλὰ τὸν υἱὸν γείνατο εἷο χέρεια” (Il. 4, 400), πληθυντικῶς δὲ τὰ χερείονα χέρεια “χέρεια δὲ χείρονι δόσκεν” (ll. 14, 382), τοῦτον τὸν τρόπον καὶ τὴν χερείονι χέρειι· καὶ ἐπεὶ κακόφωνόν ἐστι, τροπὴ ἐγένετο τῆς ει διφθόγγου εἰς τὸ η. οὕτως Ἡρωδιανός.