Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.6-3
Not analysed yet
7. Ζωΐλος ὁ Ἐφέσιος κατηγορεῖ τοῦ τόπου τούτου, καὶ μέμφεται τῷ ποιητῇ ὅτι λίαν γελοίως πεποίηκεν ἐκ τῶν ὥμων τοῦ Διομήδους καιόμενον πῦρ· ἐκινδύνευσε γὰρ ἂν καταφλεχθῆναι ὁ ἥρως. ἔνιοι μὲν οὖν παραλελεῖφθαι τὸ ὡς κατὰ συνήθειαν τῷ ποιητῇ, ὡς καὶ ἐν ἑτέροις· “ὣς οἱ μὲν μάρναντο δέμας πυρός·” καὶ ἐνθάδε τὸ δαῖέ οἱ ἀκάματον πῦρ, ἵνʼ ᾖ ὡς πυρὸς φαντασία, οὐκ εἰδικῶς πῦρ.