Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Θ.
Scholia in Homerum, Scholia in Iliadum 1.56-4
Not analysed yet
109. *Ἀρίσταρχος κομείτων. τούτω μὲν θεράποντε] ὅτι τετήρηται παρʼ αὐτῷ καθαρῶς τὰ δυϊκὰ, καὶ νῦν ὡς ἐπὶ δύο ἵππων διαλέγεται. τώδε] παροξύνεται τὸ τώδε παραλόγως· ἀληθὲς γὰρ ὡς ὅτι τὰ διὰ τοῦ δε ἐπεκτεταμένα, εἰ ἔχοι πρὸ τέλους φύσει μακρὰν, προπερι- σπᾶται. ὅπερ ὤφειλε κἀπὶ τοῦ τώδε δὲ νῶϊ εἶναι, ἀλλʼ ὅμως πάλιν ἐπεκράτει καὶ ἐπὶ τούτου πρὸ τέλους ἡ ὀξεῖα. ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῇ ζ΄, ὅπου περὶ τοῦ ἰῷ διαλαμβάνει.