Ancient Greek
1.57 to 1.70
Scholia in Homerum, Scholia in Iliadum 1.57-4-70
Not analysed yet
114. *Εὐρυμέδων] ὅτι ὁμώνυμος οὗτος τῷ Ἀγαμέμνονος ἡνιόχω (Il. 4, 228). 116. *φοινικόεντα] ἐν ἄλλῳ σιγαλόεντα. 118. *ἰθὺς μεμαῶτος] ἄντικρυς βουλευομένου ὁρμᾶν. 124. *ὅτι ἐλλείπει ἡ περί, καὶ ὅτι ἀντὶ τοῦ Ἕκτορος φρένας. 125. καὶ ἀχνύμενός περ ἑταίρου] οὐκ ἔστιν ἡ περί πρόθεσις, ἀλλʼ ὁ πέρ σύνδεσμος ἐναντιωματικὸς καὶ ἐγκλιτικός· διὸ τὸ τέλος τῆς μετοχῆς ὀξυτονητέον. *ἑταίρου] ὅτι καὶ ἐνθάδε λείπει ἡ περί. 128. Ἀρχεπτόλεμον] ὅτι Ζηνόδοτος ἐνθάδε μὲν γράφει Ἐρασι- πτόλεμον, ἐν δὲ τοῖς μετὰ ταῦτα εἴασεν Ἀρχεπτόλεμον. 130. *ἔργα γένοντο] ὅτι κατὰ τοῦ οὐδετέρου τὸ πληθυντικὸν, ὡς “σπάρτα λέλυνται” (Il. 2, 135). 131. σήκασθεν] εἰς σηκὸν κατεκλείσθησαν. σηκὸς δὲ εἴρηται οἱονεὶ στηκός τις ὢν, ἀπὸ τοῦ ἵστασθαι ἐν αὐτῷ τὰ θρέμματα. ἔνθεν καὶ οἱ νεώτεροι τῶν ποιητῶν σηκὸν λέγουσι τὸν ναὸν, ἀπὸ τοῦ ἵστασθαι ἐν αὐτῷ τὰ ἀγάλματα. ὅτι τὸ σήκασθεν αὐτὸς ἐπεξηγεῖται εἰπὼν ἠ ΰτε ἄρνες. 133. βραχὺ διασταλτέον ἐπὶ τὸ δεινόν· κεῖται γὰρ ἀντὶ μεσό- τητος, δεινῶς βροντήσας. ἐπὶ δὲ τοῦ κεραυνοῦ ἓν ἀρκεῖ ἐπίθετον τὸ ἀργῆτα. 135. *θεείου καιομένοιο] τοῦ κεραυνίου πυρός. θεείου] θείου. προσληπτίον δὲ κεραυνοῦ· ὅπου γὰρ ἂν κεραυνὸς πέσῃ, ὡς θεῖον ὄζει ἐν ἐκείνῳ τῷ τόπῳ. 137. *Ἀρίσταρχος φύγον, ἄλλοι δὲ φύγεν. ἐν ἄλλῳ δὲ τὸ φοινικόεντα. 139. φόβονδʼ ἔχε] ὅτι πάλιν φόβον τὴν φυγήν· καὶ ὅτι Ζηνό- δοτος γράφει ἄγε νῶϊ φόβονδε, ὅ ἐστιν ἡμεῖς ἢ ἡμᾶς, ὧν οὐδέτερον ἁρμόζει. 143. ὁ λόγος· οὐδεὶς ἀνὴρ τὸν τοῦ Διὸς νόον ἐπισπάσαιτο ἢ φυ- λάξαιτο, ὥστε τὰ συμφέροντα αὐτῷ γενέσθαι. 149. *φοβούμενος] ὅτι σαφῶς ἀντὶ τοῦ φεύγων.