Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Η.
Scholia in Homerum, Scholia in Iliadum 1.68-3
Not analysed yet
156. πολλός] ἀπὸ τῶν ἀριθμουμένων ἐπὶ τὰ μετρούμενα μετα- βαίνει μεγέθη, ὡς τὸ “τύμβον δʼ οὐ μάλα πολλὸν ἔσω πονέεσθαι ἄνωγα” (Il. 23, 245). σημειοῦνταί τινες διὰ τὸ παρήορος, ὅτι παρηρτημένος καὶ κεχυ- μένος. παρῃωρημένος τῷ σώματι, τουτέστιν ἐκλελυμένος. ἐν ἄλλῳ, νῦν ἀντὶ τοῦ παραιωρούμενος καὶ εἰς μῆκος ἐκτεταμένος. λέγει δὲ οὕτως ποτὲ καὶ τὸν παρεζευγμένον ἐκτὸς τοῦ ζυγοῦ ἵππον καὶ τὸν ἄφρονα.