Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ M.
Scholia in Homerum, Scholia in Iliadum 1.82-4
Not analysed yet
175. ἀπὸ τούτου ἕως τοῦ “πάντες ὅσοι Δαναοῖσιν” (180) ἀθετοῦν- ται στίχοι Ϛ΄ ὅτι παρῳδηνται ἐκ τοῦ “ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσι” (Il. 15, 414). πρὸς ποίας δὲ πύλας ἐμάχοντος οὐδέπω γὰρ διαβεβήκασι τὴν τάφρον. γελοῖον δὲ καὶ τὸ “ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι·” τί γὰρ εἴρηται ἤδη τῆς τειχομαχίαςς πόθεν δὲ θεσπιδαὲς πῦρ οὐδέπω γὰρ πυρὶ κέχρηνται, ἀλλʼ ὕστερον λέγει ὁ Ἕκτωρ “οἴσετε πῦρ ”(ib. 718). εὔηθες δὲ καὶ τὸ λέγειν ὅτι ἠνιῶντο οἱ βοηθοῦντες τοῖς λλησι θεοὶ ἐπὶ τῷ ἐλαττοῦσθαι αὐτούς. τῷ δὲ “λάῖνον Ἀργεῖοι δέ” (178) διπλῆν παρατιθέασιν ἔνιοι διὰ τὸ ὑπερβατὸν, περὶ τεῖχος λάῖνον. ἠθετοῦντο δὲ καὶ παρὰ Ἀριστοφάνει· παρὰ Ζηνοδότῳ δὲ οὐδὲ ἐγράφοντο.