Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.89-4
Not analysed yet
158. *δμηθήτω] παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει καμφθήτω. διὰ τί οἱ μὲν ἄλλοι θεοὶ στρεπτοὶ λέγονται, τὸν δὲ Ἅιθην ἀνε- λεήμονά φησιν εἶναι; ὅτι ἐκεῖνοι μὲν περὶ τῶν εἰς ἑαυτοὺς χαλε- παίνουσιν ἁμαρτημάτων, διὸ καὶ συγγινώσκουσιν, ὁ δὲ περὶ τῶν ἰδίων καὶ ἀλλοτρίων, διὸ καὶ ἄκαμπτός ἐστιν· ὅθεν ἐν οὐδεμιᾷ πόλει Ἅιδου βωμός ἐστιν. Αἰσχύλος φησὶν “μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ, οὐδʼ ἄν τι θύων οὐδʼ ἐπισπένδων λάβοις, οὐδʼ ἔστι βωμὸς, οὐδὲ παιωνίζεται” (fr. 156.)