Ancient Greek
1.90 to 1.93
Scholia in Homerum, Scholia in Iliadum 1.90-4-93
Not analysed yet
159. φησὶν ὁ Ἀρίσταρχος ὅτι ἔνιοι ὑποτάσσουσι τούτῳ “οὕνεκʼ ἐπεί κε λάβῃσι πέλωρ ἔχει οὐδʼ ἀνίησιν.” οὐκ εἶναι δὲ ἀναγκαῖον. 160. ὅσσον βασιλεύτερός εἰμι] ὅτι τὸ ὅσσον οὐκ ἔστι πλήθους, ἀλλʼ ἀντὶ τοῦ καθʼ ὅσον εἰμὶ βασιλικώτερος. 164. διδοῖς] ὡς ὀρθοῖς. οὕτως καὶ Ἀρίσταρχος. καὶ γὰρ τὸ τρί- τον “εἰ μὲν γὰρ μὴ δῶρα διδοὶ” (Il. 9, 515). 165. *κλητοὺς] πρέσβεις ἐπιλέκτους, ἢ ἐξ ὀνόματος καλέσαντες. ὅτι τοὺς ἀπὸ τοῦ καλεῖσθαι αἱρουμένους. καὶ ἐν Ὀδυσσεῖς “οὗτοι γὰρ κλητοί γε.” (17, 386.) καὶ τὸ ὀτρύνομεν ἀντὶ τοῦ ὀτρύνωμεν.