Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.94-6
Not analysed yet
167. *Ἀρίσταρχος ἐγώ, ἄλλοι δὲ ἐγών. οἱ δὲ] βαρυτονητέον· δύο γὰρ μέρη λόγου, ἀντὶ τοῦ οὗτοι δέ. εἰσὶ δὲ οἳ προπεριέσπασαν, οὐκ εὖ· χρεία γάρ ἐστι τοῦ δέ συνδέσμου. ἐζήτηται δὲ πῶς μᾶλλον οὐ πρεσβεύει ὁ συνετώτερος. ἔστι δὲ λέ- γειν ὅτι κατʼ οἰκονομίαν ὑπελείφθη, ἵνα, ἂν ἀποτύχωσιν οἱ περὶ Ὀδυσ- σέα, αὐτὸς ὕστερον πείσῃ. ἄτοπον γὰρ ἦν νῦν πρεσβεύειν τὸν Νέ- στορα, ὅτε δεῖ πάντως τὸν Ἀχιλλέα μὴ πεισθῆναι· ἀδοξία δὲ ἦν Νέστορα μὴ δυνηθῆναι πεῖσαι. οἱ δέ φασιν ὅτι ἐπειδὴ ἐχθρὸς ἦν Ἀχιλλέως, λοιδορήσας αὐτὸν πρὸς Ἀγαμέμνονα “τούσδε δʼ ἔα φθινύ- θειν ἕνα καὶ δόο” (Il. 2, 346).