Ancient Greek
ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΔΑ., ΕΙΣ ΤΗΝ Ν.
Scholia in Homerum, Scholia in Iliadum 10
Not analysed yet
12. ἐπʼ ἀκροτάτης Ἀριστοφάνης πληθυντικῶς ἐπʼ ἀκροτάτῃς κορυφῇς. οὐκ ἀπίθανος δὲ καὶ ἡ χωρὶς τοῦ μ γραφὴ, Σάου· τὴν γὰρ Σαώκην τὸ ὄρος φησὶ παραδηλοῦσθαι. Σάμιοι οἱ ἐν Ἰωνίᾳ μετὰ διακοσιοστὸν ἔτος τῶν Τρωϊκῶν χρησμὸν ἔλαβον παρὰ τοῦ Πυθίου εἰς τὴν ἐν Τρῳάδι Θρᾴκην μετοικῆσαι, ἀφʼ ὧν ἡ Σαμοθρᾴκη προσηγορεύθη. ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ. Σάμου οὖν Θρηϊκίης τῆς Σαμοθρᾴκης. τὸ δὲ ἐν αὐτῇ ὄρος Σαώκη. *ὅτι οὐδέποτε συνθέτως εἴρηκε Σαμοθρᾴκην.