Ancient Greek
11 to 13
Scholia in Homerum, Scholia in Iliadum 11-13
Not analysed yet
15 ἔνθʼ ἄρʼ τρεῖς παράλληλοι ὀξεῖαι, μία μὲν ἡ ἄρχουσα, δευτέρα ἡ τοῦ ἄρα, τρίτη δὲ ἡ τοῦ ὅγε. 16 *Τρωσὶν ὅτι ἀντὶ τοῦ ὑπὸ Τρώων. 20 ἐζήτηται διὰ τί οὐκ εὐθείᾳ πορεύεται ὁ Ποσειδῶν εἰς Τροίαν, ἀλλὰ τὸν χρόνον δαπανᾷ πορευθεὶς εἰς Αἰγάς. ῥητέον οὖν ὅτι δυοῖν ἕνεκα πραγμάτοιν μεμηχάνηται αὐτῷ ἡ ἀποδημία, πρῶτον μὲν ἵνα ἀποπλανήσῃ τὸν Δία ὡς ἀπολελοιπὼς τὸν πόλεμον, δεύτερον δὲ ἵνα καθοπλισθῇ εἰς τὸν τοῦ Διὸς πόλεμον, ἐὰν ἄρα φωραθεὶς εἰς τὴν συμμαχίαν κινδυνεύσῃ.