Ancient Greek
ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΔΑ., ΕΙΣ ΤΗΝ Ν.
Scholia in Homerum, Scholia in Iliadum 109
Not analysed yet
315. κατʼ ἔνια τῶν ὑπομνημάτων οἵ μιν ἄδην ἐάσουσιν, ὅ ἐστι κορέσουσιν· καὶ ἐπὶ τοῦ Ποσειδῶνος (Od. 5, 290) “ἀλλʼ ἔτι μέν μίν φημι ἄδην ἐλάαν κακότητος·” διὰ τῶν δύο αα παρέκειτο ἐάαν. μαρτυρεῖ καὶ τὸ “ἄσειν ἐν Τροίῃ ταχέας κύνας” (Π. ΙΙ, 817). οὕτως Ἀρίσταρχοε. ἤτοι συναπτέον ἐσσύμενον πολέμοιο, ἀντὶ τοῦ ὡρμημένον εἰς τὸν πόλεμον, ἢ τὸ ἑξῆς ἐστὶν ἐλόω σι πολέμοιο, καθὸ διασταλήσεται βραχὺ τὸ ἐσσύμενον ἀπὸ τοῦ πολέμοιο. ἡ διπλῆ δὲ, ὅτι Ζηνόδοτος ἀγνοήσας τὸ σημαινόμενον πεποίηκε καὶ ἐσ σ ύμ ενον πολε μίζειν. ἔστι δὲ τὸ ἄδην ἐλόωσιν ἀντὶ τοῦ κορεσθῆναι αὐτὸν ποιήσουσι τοῦ πολέμου, καίπερ προθυμίαν ἔχοντα.