Ancient Greek
110 to 124
Scholia in Homerum, Scholia in Iliadum 110-124
Not analysed yet
317. ὅτι αἰπύ μεταφορικῶς ἀντὶ τοῦ δυσπρόσβατον, δυσχερὶς, καὶ ὅτι ὁ πέρ σύνδεσμος περισσός. 318. οὕτως πληθυντικῶς αἱ Ἀριστάρχου. *Ἀρίσταρχος ἀέπτους, ἄλλοι δὲ ἀάπτους. 326. ὅτι τὸ νῶϊν δύο πτώσεις σημαίνει, γενικὴν καὶ δοτικὴν, ἡμῶν καὶ ἡμῖν· νῦν δὲ κεῖται ἀντὶ τοῦ ἡμῶν ἐπʼ ἀριστερά. 327. ὅτι ἔξωθεν συνυπακοῦσαι δεῖ ὀρέξει, τις ἡμῖν ὀρέξει. ὅλον δὲ συναπτέον τὸν στίχον· ὁ γὰρ λόγος, ἵνα ταχέως ἐπιγνῶμεν πότερον καύχησιν ἑτέρῳ δώσομεν ἢ ἕτερος ἡμῖν. 331. ἐν ἄλλῳ σ ὺν ἔντ εσ ι μ αρμαίροντας. 334. ταχὺ πνεόντων. 339. *ἔφριξεν δὲ ὠρθώθη τῆς μάχης τὰ δόρατα. 340. τμητικὰς τοῦ χρωτὸς, παρὰ τὸ τομῶ ῥῆμα, οὗ μέλλων ταμέσω. ἢ ἀνέπτυξε ποιητικῶς τὸ τμησίχροας. 343. *ὅτι ἤλλακται τὸ ῥῆμα, εἴη ἀντὶ τοῦ ἦν. 344. πρὸς τὴν ἀλλαγὴν τοῦ ῥήματος, ἀντὶ τοῦ ἐγήθησεν. καὶ ὅτι πόνον τὸ ἔργον. καὶ ὅτι ἀντικειμένως ἀποδέδωκεν οὐδʼ ἀκάχοιτο πρὸς τὸ σύνηθες. 346. ὅτι ἀντὶ τοῦ τετευχέτην ἢ τεύχουσι. χρόνος δὲ ἤλλακται· ἔστι γὰρ ἀντὶ τοῦ ἔτευχον, ὡς ἐπὶ τοῦ “ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον” (Π. 10, 361) ἀντὶ τοῦ ἤπειγον. *ἐν ἄλλῳ ἡρώεσσιν ἐτεύχετον. 347. *Ζεὺς μέν οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ Ζεὺς μὲν ἄρα. 348. *οὐδέ τι Ἀριστοφάνης οὐδʼ ὅγε πάμπαν. 350. ἀθετεῖται, ὅτι οὐκ ἀναγκαῖος· προείρηται γὰρ “κυδαίνων Ἀχιλῆα πόδας ταχύ.” 351. Ζηνόδοτος καὶ Ἀριστοφάνης ὥτρυνε.