Ancient Greek
ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΔΑ., ΕΙΣ ΤΗΝ Ν.
Scholia in Homerum, Scholia in Iliadum 127
Not analysed yet
359. ἐπʼ διχῶς Ἀρίσταρχος, καὶ ἐπʼ ἀλλήλοισιν. ἓν δὲ διʼ ἀμφοτέρων τὸ λεγόμενον, ὅτι ὁ Ποσειδῶν καὶ ὁ Ζεὺς τὸν πόλεμον τῇ ἔριδι συνέδησαν, τὸ πέρας τῆς ἔριδος καὶ πάλιν τὸ τοῦ πολέμου λαβόντες καὶ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροις, ὥσπερ οἱ τὰ ἅμματα ποιοῦντες, τόδε ἐπὶ τόδε. οὕτως Ἀρίσταρχος. ἡ διπλῆ, ότι παραλληγορεῖ, δύο πέρατα ὑποτιθέμενος, ἕτερον μὲν ἔριδος, ἕτερον δὲ πολέμου, ἐξαπτόμενα κατʼ ἀμφοτέρων τῶν στρατευμάτων.