Ancient Greek
ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΔΑ., ΕΙΣ ΤΗΝ Ν.
Scholia in Homerum, Scholia in Iliadum 126
Not analysed yet
358. οὕτως Ἀριστοφάνης. ἄλλοι δὲ οἱ δʼ ἔριδος. ὁ λόγος, οἱ δὲ τὸ πέρας τοῦ πολέμου καὶ τῆς ἔριδος συνάψαντες ἐπέτειναν ἀμφοτέροις, οἷον ἀμφοτέρωθεν. μετενήνεκται μὲν οὖν ἀπὸ τῶν δεσμῶν· τῷ δὲ ἐπαλλάξαι ἐπὶ τοῦ συνάψαι χρῶνται καὶ τῶν πεζολόγων τινὲς, πλεονάζει δὲ Ἀριστόξενος ὁ μουσικὸς ἐπηλλαγμένα λέγων τὰ συνημμένα. οὕτως ὁ Κοτιαεύς. ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν τὰ πέρατα τῆς μάχης καὶ τοῦ πολέμου τείναντες κατʼ ἀμφοτέρων τῶν στρατῶν ἔδησαν ἰσχυρῷ δεσμῷ, ὃς δεσμὸς πολλοῖς αἴτιος ἀπωλείας ἐγένετο· τέλος γὰρ ὑποτίθεται ἀλληγορικῶς τὰς ἑκατέρωθεν ἐξοχὰς ἐπιπεπλεγμένας, μίαν μὲν Τρώων, μίαν δὲ Ἑλλήνων καὶ Ποσειδῶνος κατὰ Διὸς γνώμην, καὶ τῶν ἐγκαταπεπλεγμένων κτεινομένων ἀπὸ τῶν ἐξοχῶν τῶν μὴ δυναμένων μήτε ῥαγῆναι μήτε λυθῆναι. ταῦτα οὖν ἀλληγορεῖ εἰς τὸ ἰσόρροπον αὐτῶν τὴν ἰσχὺν συστῆσαι διὰ τὰς τῶν θεῶν βοηθείας.