Ancient Greek
15 to 17
Scholia in Homerum, Scholia in Iliadum 15-17
Not analysed yet
25 *ὅτι ἐκ τῶν συμφραζομένων τὸ γέντο ἔλαβεν σημαίνει. 27 εἰς νεότητα κατὰ διάθεσιν ἐγίνετο, ὅ ἐστιν ἐσκίρτα καὶ ἔχαιρεν. ὑπʼ αὐτοῦ δὲ ἀντὶ τοῦ διʼ αὐτόν. *ἐν ἄλλῳ ὑπʼ αὐτῷ. 28 ταῦτά εἰσι τὰ εἰς θὲν τῷ ο παραληγόμενα καὶ προπαροξυνόμενα ἐπιρρήματα, οἴκοθεν ἄλλοθεν ἔνδοθεν ἔκτοθεν ἑκάστοθεν ἀπόπροθεν πάντοθεν. *Ἀρίσταρχος ἠγνοίησαν, ἄλλοι δὲ ἠγνοίησεν. οὐδʼ οἰγνοίησαν ὅτι ἠγνοίησαν γραπτέον· σύνηθες γὰρ Ὁμήρῳ οὕτως λέγειν, ἠγνοίησαν τὰ κήτη, καὶ οὐκ ἠγνοίησεν. καὶ ὅτι κευθμῶν εἴρηκεν· ἡ δὲ ὀρθή ἐστιν κευθμός ὡς αὐλός. *στικτέον ἐπὶ τὸ ἄνακτα.