Ancient Greek
ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΔΑ., ΕΙΣ ΤΗΝ Ν.
Scholia in Homerum, Scholia in Iliadum 14
Not analysed yet
21 Αἰγὰς, ἔνθα δέ ὅτι κατὰ τὰς Αἰγὰς ἐν βυθῷ τὴν οἴκησιν τοῦ Ποσειδῶνος ὑποτίθεται ἀόρατον ἀνθρώποις, ὥσπερ ἐπὶ τοῦ Ὀλύμπου τῶν ἄλλων θεῶν μὴ ὁρωμένων. Αἰγαὶ πόλις Ἀχαιῒας ἐν Πελοποννήσῳ, ἔνθα τιμᾶται μὲν ὁ Ποσειδῶν, ἄγεται δὲ καὶ Διονύσῳ ἑορτὴ, ἐν ᾗ ἐπειδὰν ὁ χορὸς συστὰς τὰς τοῦ δαίμονος τελετὰς ὀργιάζῃ, θαυμάσιον ἐπιτελεῖσθαί φασιν ἔργον· ἄμπελοι γὰρ ἃς καλοῦσιν ἐφημέρους, ἀνισχούσης μὲν ἡμέρας καρπὸν βλαστάνουσιν, ὥστε δρέποντας αὐτοὺς εἰς ἑσπέραν οἶνον ἄφθονον ἔχειν. ἡ ἱστορία παρὰ Εὐφορίωνι.