Ancient Greek
ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΔΑ., ΕΙΣ ΤΗΝ Ν.
Scholia in Homerum, Scholia in Iliadum 21
Not analysed yet
41 ἄβρομοι ὅτι ἀντὶ τοῦ ἄγαν βρομοῦντες καὶ ἄγαν ἰαχοῦντες, κατʼ ἐπίτασιν τοῦ α κειμένου· ἑκάστοτε γὰρ θορυβώδεις τοὺς Τρῶας παρίστησιν. οἱ μὲν παρὰ τὸ αὔειν καὶ ἰάχειν· οἱ δὲ, ἐξαιρεθέντος τοῦ ν τὸ υ προσελθεῖν, ὡς ἀγαθός ἀγαυός, κατάξαντες καυάξαντες· οἱ δὲ, κατʼ ἐπίτασιν ὄντος τοῦ α, ἀΐαχοι, εἶτα πλεονάσαντος τοῦ υ. Χρύσιππος δὲ ὁ Στωϊκὸς καὶ Διονύσιος ὁ Θράξ δασύνουσι τὸ αὐΐαχοι, ἵνʼ ᾖ ξηρόφωνοι.