Ancient Greek
22 to 32
Scholia in Homerum, Scholia in Iliadum 22-32
Not analysed yet
42 γράφεται ἀρίστους. 45 ὅτι τὸ εἰσάμενος πολλὰ σημαίνει, νῦν μὲν ὁμοιωθεὶς, ἐν ἄλλοις δὲ “καί ῥʼ ἐπιεισαμένη (Il. 21,424) ἐφορμήσασα. “εἴσατο δʼ ὡς ὅτε ῥινόν” ἀντὶ τοῦ ἐφάνη (Od. 5, 281). ὁμοιωθεὶς, ὁρμήσας, φανείς. (Margo exter.) 50 *στικτέον κατὰ τὸ τέλος τοῦ στίχου. 51 Ἀριστοφάνης σχήσουσιν, ὁμοίως τῷ “παρμένετ· οὔτοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοί” (151). 52 ἔφαμεν ὅτι ἡ περί οὐκ ἀναστρέφεται, ὅτε σημαν τικὴ ὑπάρχει τοῦ περισσῶς. 53 δοτική ἐστιν ἄρθρου, ἐπιρρηματικῆς δὲ ἔχεται συντάξεως· τὸ δὲ ἀνταποδοτικόν ἐστιν αὐτοὕ “τῇ ἴμεν κεν δὴ σὺ κελαινεφές” (Il. 15, 46)· “τῇ γὰρ ἔχʼ ῥα πολὺ πλεῖσται” (ib. 448). 59 *διχῶς Ἀρίσταρχος, καὶ κεκοφώς καὶ κεκοπώς. 60 *ὅτι ἀντὶ τοῦ κόπτων. ἐν δὲ τῇ Χίᾳ καὶ Ἀντιμάχου κεκόπων. 61 ὁ ἀστερίσκος, ὅτι νῦν ὑγιῶς κεῖται ὁ στίχος, ἐπὶ δὲ Ὀδυσσέως κατὰ τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα (Il. 23, 772) οὐκέτι. 63. περιμήκεος ὡς Διομήδεος. τὰ γὰρ εἰς ης σύνθετα, παρʼ οὐδέτερα γενόμενα τὰ εἰς ος, τῷ η παραληγόμενα βαρύνεσθαι θέλει, ὥσπερ ἔχει παρὰ τὸ κῆτος τὸ μεγακήτης, ἦθος κακοήθης. διὸ τὰ λαθικηδής οἰνοπληθής ὀξυνόμενα παρὰ ῥήματά φαμεν συντεθεῖσθαι, τὸ κήδω καὶ τὸ πλήθω. 64. ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου, καὶ τὸ ἄλλο δοκεῖ συγκεχυκέναι ἐπὶ τοῦ δευτέρου, εἰ μὴ ἄρα τὸ ἄλλο ἐπὶ τοῦ ἀλλοιογενοῦς ἀκουσόμεθα.