Ancient Greek
34 to 35
Scholia in Homerum, Scholia in Iliadum 34-35
Not analysed yet
68. τὸ ἑξῆς ἐστὶν, ἐπεί τις θεῶν κέλεται μάχεσθαι, καὶ δʼ ἐμοὶ αὐτῷ· τὰ δὲ λοιπὰ ὡς διὰ μέσου λεγόμενα διορθωτέον. ἡ διπλῆ, ὅτι ἀναλόγως ἐκφέρει τὰ τοιαῦτα ὁ ποιητὴς, καὶ οὐ δεόντως ὁ Ζηνόδοτος ἔγραφεν “ᾧ τε σὺ Κάλχα” (Π. 1, 86) χωρὶς τοῦ ν. 70. οἰωνοσκόπος. πῶς δὲ, φασὶν, ὁ Ποσειδῶν οὐκ ἔλαθε τὸν Αἴαντα; καὶ. ῥητέον ὅτι φαντασίαν τινὰ παρέχει τὸ θεῖον ἑαυτοῦ.