Ancient Greek
ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΔΑ., ΕΙΣ ΤΗΝ Ν.
Scholia in Homerum, Scholia in Iliadum 36
Not analysed yet
71. τὸ ἴχνιον προπαροξυτονητέον, ὁμοίως τῷ ἀράχνιον· οὐ γάρ ἐστιν ὑποκοριστικὸν, ἀλλʼ ἀπὸ ῥήματος ἐσχημάτισται. ὅτι δὲ ὁ ποιητὴς οὐδὲ ὑποκοριστικοῖς χρῆται ἐδηλώσαμεν ἐν τῇ Α. ἵχνια ὁμοιοτόνως τῷ παίγνια· καὶ γὰρ ὃ μὲν παρὰ τὸν ἵξω μέλλοντα ἔλαβε τὸν σχηματισμὸν, ὃ δὲ παρὰ τὸν παίξω. τὰ γὰρ ἀπὸ μακρᾶς ἀρχόμενα ἔχει παροξυτονούμενα τὰ ὑποκοριστικὰ οὐδέτερα, τυρός τυρίον, χρυσός χρυσίον, ἕρκος ἑρκίον, τεῖχος τειχίον· τὰ δὲ ἀπὸ βραχείας οὐκέτι, Φάκος φάκιον, λάγος λάγιον, ῥάκος ῥάκιον, νάκος νάκιον. τὸ δὲ ἴχνια ὡς ἄφωνον ὑγρῷ συνεζευγμένον οὐ ποιεῖ μακρὰν τὴν πρὸ αὐτοῦ. *γράφεται καὶ ἴθματα· Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης ἴχματα.