Ancient Greek
ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΔΑ., ΕΙΣ ΤΗΝ Ν.
Scholia in Homerum, Scholia in Iliadum 53
Not analysed yet
137. λίθος περιφερὴς καὶ στρογγύλος, ὁ ἐν τῷ τρέχειν ὀλοὸς, ἐπεὶ καταφερόμενος πᾶν τὸ ἐμπῖπτον βλάπτει. Δημήτριος ὁ γονύπεσος δασύνει, ἵνʼ ᾖ ὅλος τροχοειδὴς καὶ κατὰ πᾶν μέρος ἀστήρικτος, τῷ δὲ τόνῳ ὡς κακότροπος· οὕτως δὲ καὶ Ἑρμαπίας καὶ Νκίας καὶ Ἀριστέας καὶ Ἀριστόνικος. Κωμανὸς δὲ καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ψιλοῦσι καὶ παροξύνουσιν, ἀκούοντες τὸν ἐπὶ τὸ τρέχειν ὀλοὸν καὶ δεινόν. ἐπένθεσις δὲ τοῦ ῖ περιττή· καὶ γὰρ χωρὶς αὐτοῦ σώζεται τὸ μέτρον, καὶ ἔδει αὐτὸ ἀναλογῆσαι τῷ “Ἄτλαντος θυγάτηρ ὀλοόφρονος” (Od. 1, 52). Δημόκριτος δὲ τὸ κυλινδρικὸν σχῆμα ὀλοοίτροχον καλεῖ. καλῶς δὲ βάρβαρον καὶ ἄλογον ὁρμὴν ἀψύχῳ βάρει εἴκασε διὰ παντὸς τόπου κυλινδουμένῳ.