Ancient Greek
54 to 66
Scholia in Homerum, Scholia in Iliadum 54-66
Not analysed yet
138. περικεφαλαίας, ἢ ὄρους ἐξοχῆς· νῦν δὲ λείας πέτρας. 140. ὕψι, ὡς οἴκοθι καὶ ἄγχι, ὥς φησι Πτολεμαῖος. τινὲς δὲ τοῦτο ὀξύνουσιν, ὑψί. 143. τὸ εἵως ἐνταῦθα κεῖται ἀντὶ τοῦ τέως, διόπερ οὔτε στιγμὴν οὔτε ἀνταπόδοσιν ἔχει ἐπιφερομένην. ἠπείλει, ὑπισχνεῖτο. ἔσθʼ ὅτε δὲ τὸ καυχᾶται καὶ ἐπιπλήσσει δηλοῖ. 147. πρὸς τὸ ἀμφιγύοισιν, ὅτι οἱ μὲν, ἐπεὶ ἀμφοτέραις ταῖς χερσὶ διερείδοντες χρῶνται· οἱ δὲ ἀπὸ τοῦ γυῶσαι, ὅτι βλάπτει ἀμφοτέρωθεν. οἱ δὲ μεταφορικῶς ἀπὸ τῶν γνίων, ὅτι ἑκατέρωθεν ἄκρον ἔχει· γυῖα γὰρ τὰ ἄκρα. 148. ὁ δὲ χασσάμενος ὅτι Ζηνόδοτος γράφει ὁ δὲ χάσσατο πολλὸν ὀπίσσω. ἠγνόησε δὲ ὅτι τὰ ἐμπεπηγότα δόρατα τῇ ἀσπίδι ἀναχωροῦντες διατινάσσουσιν, ἵνα ἀποπέσῃ. 149. διὰ παντὸς τοῦ πέρατος ἀκουσθῆναι δννάμενον. ἢ διαπεράσιμον εἰς ἀκοάς. ἢ διαπύρσιον, διαφανὲς καὶ σημαντικόν. 152. δίκην πύργου, ἐν τάξει. ἔστι δὲ ἐπίρρημα παρα- βολοειδὲς, ὅμοιον τῷ σφαιρηδόν. 158. ὑπασπίδια προποδίζων] ὑπὸ τὴν ἀσπίδα ἠρέμα καὶ εὐρύθμως βαίνων, ἢ ὑπὸ τὴν ἀσπίδα τοὺς πόδας τιθεὶς, τουτέστι περικαλύπτων αὐτοὺς τῇ ἀσπίδι κατὰ τὴν πορείαν· ἐξ οὗ πρόδηλον ὅτι οὐκ εἶχεν ὁ Δηΐφοβος ἀμφιβρότην ἀσπίδα οὐδὲ ὅπλα, ἢ ἂν αὐτὴν ἐκράτει, ἤτοι μετέωρα καὶ ὑψηλὰ προβαίνων, ἢ ἐπʼ ἄκρων τῶν ποδῶν βαδίζων, ὅ ἐστιν ἀκροβηματίζων 159. Μηριόνης δʼ αὐτοῖο ὅτι παραλέλειπται πρόθεσις ἡ ἐπί, καὶ ἡ γενικὴ ἀντὶ τῆς αἰτιατικῆς κεῖται· τὸ γὰρ ὅλον ἀντὶ τοῦ ἐπʼ αὐτὸν, ὡς καὶ τὸ “ἀλλ’ ἄγ’ ὀΐστευσον Μενελάου” (Π. 4, 100). 160. *τὸ ἐξῆς καὶ βάλε κατʼ ἀσπίδα. οὕτως οὖν διορθωτέον. 165. *ὅτι νῦν χώσατο ἀντὶ τοῦ συνεχύθη. 166, *ὅτι λείπουσιν αἱ προθέσεις, περὶ νίκης καὶ περὶ ἔγχους. *Ζηνόδοτος ξυνέηξε. 168. κομίσων, ἐνεγκῶν. διαφέρει τὸ οἴσων καὶ οἰσό- μενος· οἴσων μὲν γὰρ καὶ ἑτέρῳ “οἶσε θέειον γρῆϊ κακῶν ἄκος” (Od. 22,481). “οἴσετε δʼ ἄρν᾿, ἕτερον λευκόν” (Π. 3,103), οἰσόμενος δὲ ἑαυτῷ. 172. ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει ὃς νάε Πήδαιον, ἵνα κατάλληλον τὸν λόγον κατὰ συναφὴν ποιήσῃ. ἀγνοεῖ δὲ ὅτι Ὅμηρος διακόπτει τὰς φράσεις, ἵνα μὴ μακροπερίοδος γένηται. ἄλλως τε καὶ κακόμετρον τὸ ἔπος ποιεῖ.