Ancient Greek
ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΔΑ., ΕΙΣ ΤΗΝ Ν.
Scholia in Homerum, Scholia in Iliadum 90
Not analysed yet
246. *Ζηνόδοτος καὶ Ἀριστοφάνης δουρίκλυτος. θεράπων ἐῢς ὁ Ἀσκαλωνίτης φησὶν ὅτι Ἀρίσταρχος δύο ποιεῖ, θεράπων καὶ ἐΰς· τινὲς δὲ ὑφʼ ἓν ἀνέγνωσαν ὡς Ἐτεωνεύς. ὅτι δὲ δεῖ κατὰ διάλυσιν ἀναγινώσκειν καὶ οὐ παρωνύμῳ τύπῳ, διδαχθησόμεθα ἐξ αὐτῆς τῆς φωνῆς. ἐγίνετο γὰρ ἂν θεραποντεύς· ἀπὸ γὰρ γενικῶν φιλεῖ ὁ τοιοῦτος τύπος παράγεσθαι, εἴγε καὶ παρὰ τὴν λέοντος ὁ Λεοντεύς, οὐχὶ Λεωνεύς, παρά τε τὴν Αἰθίοπος Αἰθιοπεύς.