Ancient Greek
91 to 104
Scholia in Homerum, Scholia in Iliadum 91-104
Not analysed yet
252. ἀντὶ τοῦ ἄγγελος οὕτως ἀγγελίας. 257. κατεάξαμεν ὃ πρὶν πληθυντικῷ ἑνικὸν ἐπήγαγεν Αἰολικῶς καὶ Εὐριπίδης Ἴωνι (390) “κωλυόμεσθα μὴ παθεῖν ὃ βούλομαι.” τινὲς δὲ κατέαξα μέν, ἵνα ᾖ, ὃ μὲν γὰρ εἶχον. κατέαξα, ὡς “ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν” (814). *Ζηνόδοτος κατεήξαμεν, διὰ τὸ καὶ ἐν τοῖς ἔμπροσθεν (166) ὃ ξυνέηξε λέγειν. *ὅτι πληθυντικῶς κατεάξαμεν, καὶ ἑνικῶς οἰσόμενος καὶ ἔχεσκον. 260. *οὐκ ἀπίθανον διαστέλλειν ἐπὶ τὸ ἓν πρὸς τὸ σαφές. 261. οἱ ἐναντίοι κατὰ τὰς εἰσόδους τοῖχοι. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ ἐνώπια, ἵνʼ ᾖ δούρατα παμφανόωντα. τὸ δὲ αὐτὸ καὶ ἐν τῇ Θ ῥαψῳδίᾳ (435) “ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα.” 275. *ὅτι πρόθεσις παρεῖται καὶ ἡ πτῶσις ἤλλακται, ἀντὶ τοῦ περὶ τούτων διαλέγεσθαι. 276. εἰ γὰρ τὸ ἑξῆς ἐστὶν, εἰ γὰρ νῦν λεγοίμεθα εἰς λόχον, οὐδέ κεν ἔνθα τεόν γε μένος· τὰ δὲ λοιπὰ διὰ μέσου πρὸς κατασκευὴν τοῦ δυσυπομένητον εἶναι καὶ τοῖς ἀνδρειοτάτοις τὴν ἐνέδραν. ἡ διπλῆ δὲ, ὅτι παραλλήλως τὸ λεγοίμεθα, ποτὲ μὲν ἐπὶ τοῦ ἀριθμοίμεθα, ποτὲ δὲ ἐπὶ τοῦ διαλεγοίμεθα. 278. ὑποστικτέον μετὰ τὸ ἄλκιμος· λείπει γὰρ τὸ ἐστί ῥῆμα διὰ τὸ ὅς ὑποτακτικὸν ἄρθρον. 281. μετακαθίζει ἐπʼ ἀμφοτέρους πόδας· ὀκλάξ γάρ ἐστι τὸ ἐπὶ γόνυ, ὅ ἐστιν ἐγκλίνει τὰ γόνατα διὰ δειλίαν μετακαθίζων. 282, 283. πάταγος κτύπος. πατάσσει οὖν κτυπεῖ, ἢ κινεῖται μείζονι παλμῷ ἀπὸ τοῦ πολλοῦ φόβου. 287. *τεόν οὕτως διὰ τοῦ γε συνδέσμου αἱ Ἀριστάρχου. *ὅτι ἐλλείπει τὸ τίς, ὄνοιτό τις. 288. βληθείης. ἔστι δὲ ἀκόλουθον μετοχῇ τῇ βλέμενος· κέχρηται Ἐπίχαρμος καὶ τῷ ἐνεργητικῷ· “αἴκα τὺ βλείης σφενδόνᾳ.” ὡς οὖν θέμενος θεῖο, οὕτω βλέμενος βλεῖο· τὸ δὲ βλείης τῇ βλείς παράκειται. *ὅτι διέσταλκε τὸ βαλεῖν καὶ τύψαι. 289. *οὕτως Ἀρίσταρχος, οὐκ ἄν, διὰ τοῦ α· αἱ δὲ κοιναὶ οὔ κεν. 298. *οὕτω μετὰ τῆς μετά προθέσεως, μέτεισι. 299. ὅτι ῥητῶς Ἄρεως υἱὸς Φόβος. ἡ δὲ ἀναφορὰ πρὸς τὴν ἀμφιβολίαν τοῦ “καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε” (Π. 15, 119.