Ancient Greek · ~1 min
Volume 1, Book 5
Scholia in Homerum, Scholia in Odysseam 1.5.Ε. ΥΠΟΘΕΣΙΣ.
Not analysed yet
Ἐκκλησίαν τῶν θεῶν δευτέραν ποιησάμενος ὁ Ζεὺς Ἑρμῆν πέμπει πρὸς Καλυψὼ κελεύων ἀποπέμπειν τὸν Ὀδυσσέα. ἡ δὲ τὸ κελευσθὲν ποιεῖ. τῇ δὲ ὀκτωκαιδεκάτῃ ἡμέρᾳ ἰδὼν αὐτὸν ὁ Ποσειδῶν καὶ χαλε- πήνας, λύει τὴν σχεδίαν. Ἰνὼ δὲ αὐτῷ κρήδεμνον δίδωσιν ἐντειλα- μένη ἐπιβάντι τῆς γῆς ἀπορρῖψαι αὐτό. καὶ πολλὰ παθὼν εἰς τὴν τῶν Φαιάκων χώραν ἔρχεται διασωθείς. P. Q. V.