Ancient Greek
Volume 1, Book 5
Scholia in Homerum, Scholia in Odysseam 1.5.2.1
Not analysed yet
1. Τιθωνοῖο] Τιθωνὸς Λαομέδοντος παῖς, Πριάμου ἀδελφὸς, Ἠοῦς ἀνήρ. ὁ Ἐνδυμίων λέγεται συνευνᾶσθαι τῇ Σελήνῃ καὶ ὁ τῇ Ἡμέρᾳ. ἀλληγορεῖται δὲ οὕτως. ὁ Ἐνδυμίων εἰς ἄνδρα κυνηγέ- την, καὶ τῇ μὲν νυκτὶ κοιμώμενον, τῇ δὲ ἡμέρᾳ οὐδὲ ποσῶς, διὰ τὸ ἠσχολῆσθαι περὶ τὰ κυνηγέσια· ὁ δὲ Τιθωνὸς εἰς ἀστρονόμον καὶ τῇ μὲν ἡμέρᾳ κοιμώμενον, τῇ δὲ νυκτὶ ἐπαγρυπνοῦντα, διὰ τὸ ἠσχολῆ- σθαι περὶ τὰ ἄστρα. V. ἠὼς σημαίνει ἕξ· ἠὼς ἡ πρωΐα· ἠὼς τὸ ἀπὸ πρωΐας μέχρι με- σημβρίας· ἠὼς τὸ ἀπὸ μέσης ἡμέρας ἕως ἑσπέρας· ἠὼς τὸ νυχθή- μερον· ἠὼς ἡ ἀπὸ πρωΐας ἕως ἑσπέρας· καὶ Ἠὼς ἡ σωματοειδὴς θεὰ, ὡς ἐνταῦθα. μῦθος δέ ἐστιν ὅτι ἡ Ἠὼς ἠράσθη τοῦ Τιθωνοῦ καὶ ἐμίγνυτο αὐτῷ. ἐζήτησε δὲ ἀπαθανατισθῆναι, καὶ ἐγένετο αὐτῷ. οὐκ ἐζήτησε δὲ καὶ τὸ μὴ γηράσαι, καὶ ἔζη πολλὰ ἔτη γέρων ὢν. καὶ ἀγανακτήσας τὸ γῆρας ἐζήτησε τοὺς θεοὺς μεταβαλεῖν αὐτὸν εἰς ὄρνεον, καὶ μετεβλήθη εἰς τέττιγα, ἡ δʼ Ἠὼς ἀθάνατον ἐποίησεν αὐ- τόν. καλῶς δὲ τοῦ Τιθωνοῦ γυνὴ λέγεται ἡ Ἠώς. ὁ γὰρ Τιθωνὸς ἀλληγορεῖται εἰς τὸν ἥλιον, καὶ ἡλίου μὴ ὄντος, οὐδὲ ἡμέρα. ὅταν δὲ δύνῃ, τρόπον τινὰ συνευνάζεται τῇ ἡμέρᾳ ἐν νυκτὶ, ἀνίσταται δὲ ἡ ἡμέρα ἐκ τοῦ σκότους τοῦ ἡλίου ἀνατείλαντος. λέγεται δὲ καὶ ὅτι ἡ Ἄρτεμις ἀνεῖλεν αὐτὸν, ἤτοι ἡ σελήνη. τοὺς γὰρ αἰφνιδίους θανάτους ταύτῃ καὶ τῷ ἡλίῳ ἀνετίθουν, ἤτοι τῷ Ἀπόλλωνι. ἡ δὲ θεραπεία τοῦ μύθου, ὅτι τοὺς ἔτι νέους ὄντας καὶ αἰφνιδίως ἀποθνήσκοντας ἔλεγον ἁρπάζεσθαι παρὰ τῆς Ἠοῦς. καὶ σὺν τούτοις ἡρπάγη καὶ ὁ Τιθωνός. διὸ καὶ τοὺς οὕτω θνήσκοντας ἔθαπτον πρὸ τοῦ τὴν ἠῶ παντελῶς ἀνα- τεῖλαι. ἔλεγον δέ τινες ὅτι ἡ πρόνοια καὶ ἡ εὐταξία ἀπὸ τῶν ἀνθρω- πίνων σωμάτων ἄχρι τῆς σελήνης ἐστὶ, τὰ δὲ ἄλλα ἀτάκτως καὶ ὡς ἔτυχε φέρονται διὰ τὰς ἀστραπὰς, τοὺς σεισμοὺς, τὰς ἀνεμοζάλας καὶ τὰ τοιαῦτα. ὁ δὲ Ὅμηρος ἄθροισιν τῶν θεῶν τὴν ἄνω πρόνοιαν λέγει, καθημένην ἐκεῖ καὶ τὰ τῇδε οἰκονομοῦσαν καὶ ὑπὲρ τῶνδε βου- λευομένην. ὅτι δὲ λαλεῖν αὐτούς φησι, τοῦ μύθου· ἐπεὶ καὶ σωμα- τοειδῶς αὐτοὺς παριστᾷ ὁμιλοῦντας. E. 2. ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν] ἢ ὅτι ἔθος ἦν τοῖς παλαιοῖς μὴ ἐᾶν ὁρᾶσθαι νέκυν εὐγενῆ παρὰ τοῦ ἡλίου, ἀλλὰ θάπτειν τοῦτον πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον· ἢ λέγουσιν ὅτι ἡ Ἠὼς ἠράσθη τοῦ Τιθωνοῦ καὶ ἥρπαξε τοῦτον, υἱὸν ὄντα Λαομέδοντος, ἀδελφὸν τοῦ Πριάμου. ἀλληγορικῶς δὲ Τιθωνὸς ἡ πρωΐα, ἐν ᾗ τίθενται τὰ ὤνια. B. τοῖς μὲν βροτοῖς δεόντως· τοῖς δὲ ἀθανάτοις διὰ τί; μὴ οὐκ ἔστι τοῖς θεοῖς φῶς; ἀλλʼ ἐνταῦθα φῶς τὸ ἡλιακόν φησιν. ἢ ἀθανάτους τὰ στοιχεῖα ὑποληπτέον, ὃ καὶ κρεῖττον. E. ἀθανάτοισι] τοῖς στοιχείοις. τὰ στοιχεῖα ἤγουν τοὺς ἀστέρας ἢ τοὺς οἰκοῦντας τὸν καλούμενον τόπον Ὄλυμπον, διότι ὁμοίως τοῖς θεοῖς καὶ αὐτοὶ ἔζων. P. 3. οἱ δὲ θεοὶ] οἱ φίλοι τοῦ Ὀδυσσέως. P. δευτέρα αὕτη περὶ τοῦ Ὀδυσσέως θεῶν ἐκκλησία. ἡ μὲν γὰρ πρώτη βουλὴ περὶ τοῦ σώζεσθαι Ὀδυσσέα, αὕτη δὲ περὶ τοῦ πῶς. κατὰ μὲν τὴν πρώτην ἐκκλησίαν ὁ Ζεὺς παρεῖχεν ἀφορμὴν τῇ Ἀθηνᾷ αὐτὸς ἐναρχόμενος τοῦ λόγου, νῦν δὲ ἡ Ἀθηνᾶ κατάρχεται. καὶ οὐκ ἐκεῖνα λέγει περὶ τοῦ σώζεσθαι αὐτὸν, “ἀλλά μοι ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι δαίεται ἦτορ δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο τῆλʼ ἀλάληται” (α, 49.) ,ἀλλὰ τῶν πολιτῶν καταβοᾷ, ὅτι ἐπὶ τοσοῦτον ἀμνημονοῦσι τοῦ ἄρχοντος ὥστε καὶ τῷ υἱῷ αὐτοῦ ἐπιβουλεύειν. ἐν μέσῳ δὲ κατε- τέθη τὰ περὶ τοῦ Ὀδυσσέως. H. P. Q. T. 5. τοῖσι δʼ Ἀθηναίη] ἄλλη ἡ ἄνω φρόνησις καὶ ἄλλη ἡ τῶν ἀνθρώπων. ἡ μὲν γὰρ τῶν ἀνθρώπων πολλάκις ἁμαρτάνει τοῦ δέοντος, ἡ δὲ ἄνω ἤτοι τῆς προνοίας οὐδέποτε. E. 7. ἐκ τῆς ἐν Ἰλιάδι Νέστορος εὐχῆς μετατέθειται. P. 8. ἀγανὸς] ἄγαν τοῖς λόγοις ἱέμενος, ἢ ἡδυλόγος. P. 11. ὡς οὔτις] ἄμεινον ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκειν, ἵνʼ ᾖ θαυ- μαστικόν. P. 13. ἀλλʼ ὁ μὲν —]οἰκειότερον ἐν Ἰλιάδι (β, 721.) κεῖται περὶ Φιλοκτήτου. νῦν δὲ ἔδει τετιημένος ἦτορ εἶναι. H. 16. οὐ γάρ οἱ πάρα νῆες] λεληθότως ἀφορμὴν παρέχει τῷ πατρὶ περὶ τοῦ τρόπου τῆς σωτηρίας αὐτοῦ διατάξασθαι. Q. T. ἀναστρεπτέον τὴν παρά· ἀντὶ γὰρ τοῦ πάρεισί ἐστι. P. πάρεισιν. Gl. H. 22. ὁ νοῦς, ποῖος λόγος ἐξῆλθε τῶν χειλέων σου; H. 23. οὐ γὰρ δὴ] τοῦτο ἐν ἐρωτήσει προενεκτέον. E. P. V. ἐβού- λευσας] ἐβουλεύσω, ἐσκέψω. E. V. 25. ἀπαλλάττει ἀγωνίας τὸν ἀκροατὴν ἐπὶ τῷ Τηλεμάχῳ. P. T. 26. ὥς κε μάλʼ ἀσκηθὴς] σχέθω, ἀσχεθής καὶ ἀσκηθής, ἤγουν ἀβλαβής, ὁ μὴ παθὼν ἀεικέλια μηδʼ ἄσχετα. τούτῳ ἴσον τὸ ἀρτε- μής. E. ὑγιὴς ἐξ ἐπιμελείας. V. 27. παλιμπετὲς] ἀντὶ τοῦ παλιμπετεῖς, ὡς “ἐς δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν” (Il. α, 142.) . B. P. ἐξ ὑποστροφῆς, εἰς τὰ ὀπίσω. V. εἰς τοὐπίσω στρεφόμενοι. P. 29. Ἑρμεία] ἐκτατέον τὸ α διὰ τὸ μέτρον, ὁμοίως τῷ “ἀποπέσῃ- σιν” (Od. ω, 7.) . H. ἐν μὲν Ἰλιάδι τῇ Ἴριδι χρῆται διακόνῳ, κα- ταπληκτικὴ γὰρ καὶ τοῖς πολεμικοῖς ἐοικυῖα· ἡ δὲ Ὀδύσσεια μυ- θώδης ἐστὶν, ὡς καὶ ὁ Ἑρμῆς. παρατηρητέον δʼ ὅτι καὶ ἐν Ἰλιάδι ἅπαξ ἐπέμφθη τῷ τοῖς λύτροις διασῶσαι τὸν Πρίαμον. H. P. Q. T. ὡς συγγενῆ ὄντα τῆς Ἀτλαντίδος Καλυψοῦς αὐτὸν πέμπει. P. Q. T. σὺ γὰρ αὖτε] σὺ γὰρ κατὰ ἄλλα ὑπάρχεις, ἐν τοῖς θεοῖς δηλον- ότι, ἤτοι ὅμοιος τοῖς θεοῖς ἐσσι, εἶ δὲ καὶ ἄγγελος. ἢ ἔξωθεν τὸ γενοῦ, ἵνʼ ᾖ, σὺ γὰρ κατὰ ἄλλα ὅμοιος τοῖς θεοῖς, γενοῦ δὲ καὶ ἄγγε- λος. B. ἀντὶ τοῦ ἐπεί· οὐ γὰρ προτίθεται ὁ γάρ. E. 30. εἰπεῖν] ἀφʼ ἑτέρας ἀρχῆς ἀναγνωστέον. ἀπαρέμφατον γάρ ἐστιν ἀντὶ προστακτικοῦ τοῦ εἰπέ. P. 33. σχεδίης] ἡ ὀρθὴ εὐθεῖα σχεδίη παροξυτόνως. H. λείπει νεώς, τῆς αὐτοσχεδίως πηχθείσης. V. λείπει νεώς. ἡ δὲ σχεδία πηδάλιον οὐκ ἔχει. P. T. εἶδος πλοίου. H. Q. ὥσπερ παρὰ τὸ ἀμφαδὸν ἐγένετο ἀμφάδιος καὶ ἀμφαδία, οὕτω καὶ παρὰ τὸ σχεδὸν σχέδιος λόγος, ὁ μὴ ἀναβολὴν ἔχων κατασκευῆς, ἀλλ᾿ ἐκ τοῦ συνεχοῦς λεγόμενος, καὶ σχεδία ναῦς. E. H. P. Q. πο- λυδέσμου δὲ ἀντὶ πολυγόμφου. E. Q. ἤτοι γόμφοις ἐμπεπηγμέ- νης. Q. πολλοῖς ἐμπεπηγμένης γόμφοις. H. P. et Ms. Barnes. πολλοὺς σχοίνους ἐχούσης. B. 34. ἤματί κ᾿ εἰκοστῷ] χωρὶς τοῦ κε αἱ κοινότεραι. H. Σχερίην] Σχερία ἐκαλεῖτο ἡ νῆσος τῶν Φαιάκων, τὸ δὲ μετὰ ταῦτα ἐκλήθη Κέρκυρα. τὸ δὲ ἀρχαιότατον ἐκαλεῖτο Δρεπάνη. P. V. ἡ Σχερία τὸ μὲν πρῶτον ἐκαλεῖτο Δρεπάνη διὰ τὸ ἐκεῖ φυλάτ- τεσθαι τὴν δρεπάνην τὴν τμητικὴν τῶν τοῦ Κρόνου αἰδοίων. ἐκλήθη δὲ Σχερία διὰ τὸ δεηθῆναι τὴν Δήμητραν τοῦ Ποσειδῶνος ὥστε στῆναι τὴν ῥοὴν τῶν ὑδάτων τῶν μελλόντων προσχῶσαι αὐτὴν ὡς πολλῶν ἐπεισρευσάντων. σχεθέντων οὖν τῶν ὑδάτων Εχερία ἐκλήθη. μετὰ δὲ ταῦτα μετωνομάσθη, Κέρκυρα καλουμένη. E. 35. Φαιήκων ἐς γαῖαν] Κέρκυραν τὴν Ἀσωπίδα ἀγαγὼν αὐτόθι Ποσειδῶν καὶ μιγεὶς ἴσχει παῖδα Φαίακα, ἀφʼ οὗ οἱ Φαίακες. P. Q. T. ἀγχίθεοι] ἐγγὺς αἵματος θεῶν. H. T. ἤτοι καθότι τρίτοι εἰσὶν ἀπὸ Ποσειδῶνος οἱ βασιλεῖς αὐτῶν, ἢ ὅτι εὐδαίμονές εἰσιν, ἢ καθὸ οἱ θεοὶ συνδιατρίβουσιν αὐτοῖς καὶ εὐωχοῦνται. V. διὰ τὴν εὐδαιμο- νίαν καὶ τὴν εὐπάθειαν, ἢ διὰ τὴν εὐγένειαν· ἀπὸ γὰρ Ποσειδῶνος τρίτοι εἰσὶν οἱ βασιλεῖς αὐτῶν· ἢ καθὸ οἱ θεοὶ συνδιατρίβουσιν αὐτοῖς καὶ εὐωχοῦνται διὰ τὴν φιλοξενίαν. E. 38. ἐσθῆτά τε δόντες] ψιλωτέον τὸ ἐσθῆτα. πᾶν γὰρ φωνῆεν τὸ σ ἔχον ἐπιφερομένου δασέος ψιλοῦται, ἀσχάλλων, ἆσθμα, ἐσθλός, ὄσχος. B. H. P. 39. Τροίης ἐξήρατο] διαιρετέον. τὸ γὰρ ἑξῆς, Τροίης ἀπὸ ληΐδος, ἀπὸ τῆς Τρωϊκῆς λείας, ἐξαίρετα ἔλαβεν. H. P. V. Τροίης δισυλ- λάβως, ἵνα τὴν χώραν ἀκούσωμεν. P. ἐξήρατʼ Ὀδυσσεύς] ὡς ἐξαίρετα ἔλαβεν, ἢ πλείονα τῶν ἄλλων. E. 40. λαχὼν] κληρωσάμενος. P. V. ἀπὸ ληΐδος] ἡ ἀπό παρέλκει. διὸ τηρεῖ τὸν τόνον. P. αἶσαν] αἰτῶ ἐπὶ τῶν μὴ ἀντιστρεφομένων, αἰτοῦμαι δὲ ἐπὶ τῶν ἀντιστρεφομένων. B. 43. ὣς ἔφατο] μετηνέχθησαν οὐ δεόντως ἐντεῦθεν εἰς τὰ περὶ τῆς Ἀθηνᾶς ἐν α΄ λεγόμενα (α, 96.) καὶ εἰς τὰ περὶ Ἑρμοῦ ἡνίκα ἀπʼ Ὀλύμπου εἰς τὴν Τροίαν κάτεισιν (Il. ω, 339.) . H. P. Q. διάκτορος] ἐκ τοῦ διάκτωρ διάκτορος. καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν. ἢ παρὰ τὸ διάτορος ὁ μεγάλως φωνῶν, πλεονασμῷ τοῦ κ. E. 45. τά μιν φέρον] ὁ λόγος γὰρ ἐν χάρταις γραφόμενος φέρεται διά τε θαλάσσης καὶ ξηρᾶς καὶ πανταχοῦ. τοῦτο γὰρ αἰνίττεται τὸ καὶ ἐφʼ ὑγρὴν καὶ ἐπʼ ἀπείρονα γαῖαν. B. 47. εἵλετο δὲ ῥάβδον] λόγου παραίνεσιν νοητέον τὴν τοῦ Ἑρμοῦ ῥάβδον, ὥστε ψυχὰς μὲν τεταραγμένας παύειν, ἐκλελυμένας δὲ διε. γείρειν. E. V. ὀρθότητα λόγου σημαίνει ἡ ῥάβδος. τοὺς μὲν νή- φοντας κηλεῖ, τοὺς δὲ ἠκαιρημένους ὀρθοῖ, καὶ ψυχὰς παραγομένας παύει, ἐκλελυμένας δὲ διεγείρει. H. P. Q. T. οὐδὲν δέ φασιν ὄφελος ἐνθάδε ῥάβδου, ὥσπερ ἐν Ἰλιτάδι (ω, 445.) πρὸς τὸ κοιμίσαι τοὺς πυλωρούς. οὐ συνορῶσι δὲ ὅτι ἴδιά τινά ἐστι θεῶν φορήματα, ὡς εἴ τις μέμφοιτο ὅτι Ποσειδῶν εἰς Αἰθιοπίαν πορευόμενος τὴν τρίαιναν ἔχει. P. Q. T. Ἄλλως. κατὰ τὰς κοινὰς Ἀθηνᾷ μὲν ἔγχος, Ποσειδῶνι δὲ τρίαιναν, Ἑρμῇ δὲ ῥάβδον παρατίθησιν. λόγος γὰρ ὢν τοὺς μὲν λυσσῶντας καταπραΰνει, τοὺς δὲ χαλίφρονας μεριμνητὰς λόγων ἐργάζεται. H. P. Q. βραχὺ τὸ α τοῦ ῥάβδον. P. 50. Πιερίην] ὄρος Μακεδονίας Μουσῶν ἱερόν. E. Q. V. ἐπίηρος γὰρ ὁ λόγος. E. Q. ὄνομα ὅρους ἐν τῇ Θρᾴκῃ. B. Πιερίης ἐπιβὰς] ἀναγκαῖον τὸ ἔπος, ὅτι ὄρος Ὄλυμπος θεῶν οἰκη- τήριον κατὰ τὸν ποιητήν. εἰς δὲ τὸ “ἐξ αἰθέρος” βραχὺ διασταλτέον. δαιμονίως δὲ ἐπὶ μὲν τοῦ ἐδάφους ἐπιβῆναι, ἐπὶ δὲ τῆς θαλάσσης ἐμπεσεῖν φησι. H. P. ἐξ αἰθέρος ἔμπεσε] ἀθρόως, οἰκειοθελῶς, ὡς οἱ νήχοντες. E. 51. λάρῳ ὄρνιθι ἐοικώς] τὴν ὁρμὴν, οὐ τὸ σῶμα. λάρος δὲ ὄρνεον θαλάσσιον. V. κατὰ τὴν ὁρμὴν, οὐ κατὰ τὴν μορφὴν, ὡς καὶ “Ἶρις μολυβδαίνῃ ἰκέλη (Il. ω, 80.) . P. διὰ τί λάρῳ καὶ μὴ ἀετῷ ἐοικὼς ἢ ἄλλῳ τινὶ τοιούτῳ; διότι οὔτʼ ἀετὸς οὔτʼ ἄλλο τι χερσαῖον ὄρνεον δύναται πλέειν ὡς τῶν πτερῶν ἠραιωμένων ὄντων, ὁ δὲ λάρος θαλάσσιος καὶ πυκνότερος. καὶ οὐκ ἦν ὁμοιωθῆναι ἄλλῳ τινὶ θαλασσίῳ διʼ εἶδος, ἀλλὰ διὰ τὸ λαμπρὸν καὶ λευκὸν τοῦ θεοῦ· τοιοῦτος γὰρ καὶ ὁ λάρος· ὡς τῷ ἡλίῳ ὁ κύκνος ἀνατίθεται. E. 52. ἀτρυγέτοιο] ἢ τὴν μὴ τρυγωμένην διὰ τὸ πικρὸν τοῦ ὕδατος, ἢ τὴν ἣν οὐ δύναταί τις τρυγῆσαι διὰ τὸ πολὺ τοῦ ὕδατος. B. 53. ἰχθῦς ἀγρώσσων] ἡ ἀμφιβολία τῆς διαστολῆς οὐδὲ τοὺς ἐξηγησαμένους ἔλαθεν. ἤτοι γὰρ ἀγρώσσων πυκινῶς, ἢ πυκνοτέρα ἡ πύκνωσις τυγχάνει, τῆς φύσεως πρὸς τὴν χρείαν αὐτοῖς ταύτην σκέπην πορισαμένης, ὡς μὴ ῥᾳδίως πρὸς τὴν σάρκα διικνούμενον τὸ ὑγρὸν πημαίνοι. H. P. Q. τὸ πυκινά δύναται καὶ τὸ πυκνῶς καὶ τὸ πυκνά. P. 54. τῷ ἴκελος—] προσέθηκέ τις οὐ δεόντως τὸν στίχον. καὶ μέντοι καὶ βραδύτερον πορεύεται μὴ χρώμενος τῷ ἰδίῳ τάχει, ἀλλʼ ἐποχούμενος κύμασι καὶ μιμούμενος λάρον κατὰ τὸ ἔπος. H. P. Q. 55. ἀλλʼ ὅτε δὴ τὴν νῆσον] πρὸς τὰ περὶ τῆς πλάνης, ὅτι πόρρω που ἐν ἐκτετοπισμένοις τόποις ἀορίστοις. φησὶ γοῦν τηλόθι που τὴν νῆσον εἶναι. καὶ πρὸς τὰ περὶ Ὀλύμπου σεσημείωται. εἰ γὰρ μὴ ἀπὸ Μακεδονίας ὁ θεὸς ἐξορμᾷ, ἀλλʼ ἄνωθεν ἐξ οὐρανοῦ, οὐκ ἂν πολ- λὴν ἐπῆλθεν, ἕως εἰς τὴν νῆσον παραγένηται, ἀλλʼ εὐθὺς βουληθεὶς κατὰ κάθετον γενόμενος. P. Q. 56. ἤπειρονδε] τὸ ἤπειρον ἄμεινον τοῖς ἄνω συνάπτειν· ἐκβὰς ἐπὶ τὴν ἤπειρον ἐκ τῆς θαλάσσης. P. Q. καταχρηστικῶς ἀντὶ τοῦ ἐπὶ τὸ ξηρὸν, ὡς καὶ ἐπὶ τῆς Ἰθάκης “ἠπείρῳ ἐπέκελσεν” (ν, 114.) . H. P. T. 57. ᾧ ἔνι] ἐν ᾧ. V. 58. τέτμεν] κατέλαβεν. ἐκ μεταφορᾶς τῶν τὴν ὁδὸν τεμνόντων καὶ καταλαβόντων τὸ διωκόμενον. τὸ δὲ τέτμεν, τέτομεν, καὶ ἐκ- βολῇ τοῦ ο, ὡς τὸ ἴδομεν ἴδμεν. E. τέτμεν ἀντὶ τοῦ μετὰ σπου- δῆς καὶ συντομίας κατέλαβεν. B. 59. τηλόσε] πόρρω. V. 60. εὐκεάτοιο] ἢ εὐτρίπτου, ἢ εὐκαύστου. B. εὐσχίστου εἶδος δένδρου, ἢ εὐκαύστου. E. εὐκατακλάστου. Q. εὐσχίστου, ἢ λῶς καιομένου. T. εὐκατασκευάστου, εὐκλάστου, εὐσχίστου. V. 61. γράφεται καὶ οὕτως, δαιομένων, νύμφη δὲ ἐϋπλοκαμοῦσα Κα- λυψώ. H. P. Q. 62. ἱστὸν ἐποιχομένη] διότι μέγα ἦν, ἐπορεύετο κάμνουσα αὐτό. E. 64. κλήθρη] εὕρηται ὁ αἴγειρος καὶ ὁ πρῖνος, τὸ δὲ κυπάρισσος μόνον θηλυκῶς. H. P. Q. T. 65. τανυσίπτεροι] οἱ ἐν τῇ πτήσει τείνοντες τὰ πτερά. σκῶπες δὲ ὄρνεα νυκτονόμα κακόφωνα. B. P. Q. V. σκαιόπες οὖν τινές. V. σκῶπες παρὰ τὸ σκαιὰν ὄπα ἔχειν, ἢ παρὰ τὸ ἐν τῇ σκιᾷ, ἤγουν τῇ νυκτὶ, τὴν ὦπα ἔχειν. T. 66. τανύγλωσσοι δὲ μεγαλόγλωσσοι. τὰς αἰθυίας δέ φησι. B. P. Q. 67. θαλάσσια ἔργα] αἱ ἐν τῇ θαλάσσῃ διατριβαί. P. V. μέμηλεν] γρ. μεμήλει. H. 68. ἡ δʼ αὐτοῦ τετάνυστο] διὰ τοῦ ἡ ἐμφαίνει τὴν ἀναφορὰν καὶ ἐξοχὴν τῆς ἀμπέλου πρὸς τὰ ἄλλα δένδρη. H. τὴν ἄμπελον τε- τάσθαι περὶ τὸ) σπήλαιόν φησιν ὥσπερ στέφανόν τινα. εὐμορφοτέρα δὲ γίνεται ἄμπελος βότρυσιν ἀνθοῦσα, ὃ δηλοῖ διὰ τοῦ ἡβώωσα. P. Q. 69. ἡμερὶς ἡβώωσα] τὴν ἄμπελον εἶπεν· ἅπαξ δὲ ἐνταῦθα τὸ ὄνομα· πρὸς ἀντιδιαστολὴν τῆς ἀγρίας. E. P. Q. τὸ ἡβώωσα ἀντὶ τοῦ ἀκμάζουσα. E. Q. 71. πλησίαι ἀλλήλων] ὅρα τὴν τάξιν. οὐ γὰρ τῷ περὶ τῶν δέν- δρων λόγῳ καὶ τοὺς λειμῶνας ὑπέθηκεν, ἀλλʼ εἰπὼν περὶ τοῦ ὕδατος, τοὺς ὑπʼ αὐτοῦ ἀνθοῦντας λειμῶνας δείκνυσιν. Q. T. ἄλλυδις ἄλλη] ἄλλη ἀλλαχοῦ. τὸ ἄλλη εὐθεῖά ἐστιν, ὅθεν ἄνευ τοῦ ι γραπτέον. V. ἄλλυδις ἀντὶ τοῦ ἀλλαχοῦ. τὸ δὲ ἄλλη εὐθεῖα, ὅθεν οὐδὲ τὸ ἰῶτα προσγραπτέον. P. 72. λειμῶνες μαλακοὶ] κακῶς τινες περιέσπασαν, ἵνʼ ᾖ μαλακοὶ, ἁπαλοί. ἀλλαχοῦ γὰρ λέγει “ὑδρηλοὶ μαλακοί” (Od. ι, 133.) . V. τινὲς δὲ περισπῶσιν, ἵνʼ ᾖ κατὰ συναλοιφὴν τὸ μαλακοί, οὐκ εὖ. H. ἴου ἠδὲ σελίνου] τὸ ἴον εἶδος βοτάνης πλατυφύλλου ὅμοιον σε- λίνῳ. T. τὸ σέλινόν τινες ἐτυμολογοῦσιν ὅτι σευόμενον ἐξ ἕλους. ἔστιν ὅτε καὶ τὸν Ὅμηρον ἐτυμολογοῦντα προσθεῖναι ἑλεόθρεπτόν τε σέλινον. δυνάμει γὰρ τὸ τρέφεσθαι σημαίνει τὸ σεύεσθαι. διώκεται γὰρ ἀπὸ τῆς αὔξης τὰ τρεφόμενα. λύειν γὰρ τὴν στραγγουρίαν τῶν ἵππων τὴν ἐκ τάσεως πολλῆς ἢ ἀργίας γινομένην τὸ σέλινον. ὅθεν καὶ τὸν Ὅμηρον τεχνικῶς φῆσαι ἐπὶ τῶν Ἀχιλλέως ἵππων “λωτὸν ἐρεπτόμενοι ἑλεόθρεπτόν τε σέλινον ἕστασαν” (Il. β, 776.) . B. 74. θηήσαιτο] ἀντὶ τοῦ θαυμάσειεν. ἐν δὲ τοῖς ἑξῆς ἡμῖν συνή- θως “ἔνθα στὰς θηεῖτο.” P. 75. θηεῖτο] ἐθεᾶτο. H. 76. θηήσατο] ἐθεᾶτο, ἐθαύμασεν· πρόσκειται γὰρ τῷ θυμῷ. H. 79. οὐ γάρ τʼ ἀγνῶτες] οὐ γὰρ τῷ προεωρακέναι, ἀλλὰ κατά τινα θείαν δύναμιν ἐγνώρισεν ἰδοῦσα ἡ Καλυψὼ τὸν Ἑρμῆν. ψεύδεται οὖν Ὀδυσσεὺς ὅταν λέγῃ “ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠϋκόμοιο· ἡ δʼ ἔφη Ἑρμείαο διάκτορος αὐτὴ ἀκοῦσαι” (α, 389.) . οὐδέπω γὰρ αὐτὸν ἑωράκει. τὸ δʼ “εὐδ᾿ εἴ τις ἀπόπροθι δώματα ναίει,” πρὸς τὰ περὶ τὼν θεῶν οἰκητήρια συμβάλλεται. ὡς γὰρ ἐπὶ ὑποκειμένων τό- πων τὰ τῶν διαστημάτων λαμβάνει. P. Q. 80. οὐδʼ εἴ τις] Ἀρίσταρχος, οὐδʼ ἥτις. H. P. Ἀρίσταρχος, ναίει, ὁριστικῶς. H. P. 81. οὐδʼ ἄῥ Ὀδυσσῆα] ἑτέρα δὲ ἐπίτασις τῆς Ὀδυσσέως ἐγκρα- τείας, εἴ γε τὰ οὕτως ἐπαγωγὰ περιορᾷ. ἔοικε δὲ ὁ ποιητὴς ἐφʼ ἑαυτῷ ἐπιφθέγξασθαι, ὡς τὸ τοιοῦτον ἀναπλάσας χωρίον τῷ λόγῳ ωστε κρατεῖν καὶ θεῶν ὄψεως. δύο δὲ τρόποι ἐμφάσεως, ὁ μὲν διὰ τῆς καθʼ ἕκαστον ἐπεξεργασίας, ὁ δὲ διὰ τοῦ συμπεράσματος. H. P. Q. T. Ἄλλως. τὸ μὲν εἰς τὸ περιπαθὲς, οἷος Ὀδυσσεὺς ἐν τῇ νήσῳ ἀπειλημμένος καὶ διημερεύων ἐπὶ τῇ ἀκτῇ. σιωπᾷ δὲ τοῦ εὐπρεποῦς χάριν· οὐ γὰρ ἔδει περὶ τοῦ παρόντος τοῦ ἀνδρὸς ἀπερικαλύπτως θεοὺς ἀλλήλοις διαλέγεσθαι. H. P. Q. 82. ἔνθα πάρος περ] τὸ “ἔνθα πάρος περ” μεταξὺ ἀναπεφώνηται. καὶ ἔστι πλήρης ὁ λόγος μέχρι τοῦ “θυμὸν ἐρέχθων,” ὡς μάτην προσ- κεῖσθαι τὸν μετʼ αὐτὸν ἑξῆς “πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δά- κρυα λείβων.” P. Q. 83. στοναχῇσι] διὰ τοῦ ε στεναχῇσιν αἱ Ἀριστοφάνους. H. P. ἐρέχθων] μίμημα φωνῆς ἐπὶ στεναγμοῦ ἐξερχομένης. B. E. H. διασχίζων, κατατέμνων· ὅθεν καὶ ἐρεικτὰ ὄσπρια. ἢ ἐν αὐτῷ λυ- πούμενος καὶ στένων. B. E. H. τὸ δὲ ἐρέχθων, κατατέμνων, δια- σχίζων· ὅθεν καὶ ἐρικτὰ ὄσπρια. πλεονασμὸς δὲ τοῦ χῖ. P. T. ἐρέχθων, ὡς κατέσθων. δῆλον δὲ ἐκ τοῦ, “νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέ- μοισι” (Il. ψ, 317.) . P. στένων, λυπούμενος βαρέως, δαμάζων τὴν ψυχήν. P. καταπίνων ἐν ἑαυτῷ, στένων, λυπούμενος βαρέως. Q. V. 84. ὁ στίχος οὗτος περιττός· ὁ γὰρ προκείμενος ἀρκεῖ. H. P. 85. Ἑρμείαν δʼ ἐρέεινε Καλυψὼ] ἐκ τοῦ Ἡρακλείτου. καὶ μὴν καὶ ἡ Καλυψὼ τὴν πειθὼ τῶν ποικίλων παῤ Ὀδυσσέως λόγων Ἑρμῆν προσηγόρευσε, μόγις μὲν, ἀλλʼ ὅμως καταθέλξαντος αὐτοῦ τὸν ἔρωτα τῆς νύμφης, ἵνʼ εἰς Ἰθάκην προπεμφθείη. διὰ τοῦτο ὄρνιθι προσωμοιωμένος Ἑρμῆς ἐλήλυθεν ἀπʼ Ὀλύμπου, πτερόεντα γὰρ τὰ ἔπη κατὰ τὸν Ὅμηρον, καὶ τάχιον οὐδὲν ἐν ἀνθρώποις λόγου. E. T. 88. θαμίζεις] ἀντὶ τοῦ ἐθάμιζες, παρεγένου οὐδʼ ὅλως. B. P. Q. οὐ λέγει ὅτι παραγίνῃ μὲν, οὐ θαμὰ δὲ, ἀλλʼ ὅτι οὐδʼ ὅλως παραγίνῃ. ὡς ἐπὶ τοῦ “ἐπεὶ οὔτι κομιζόμενός γε θάμιζεν, ἐπειδὴ λίπε δῶμα Καλυψοῦς” (θ, 451.) . B. P. Q. T. 90. εἰ δύναται] τοῦτο πρωθύστερον. ὤφειλε γὰρ πρῶτον εἰπεῖν τὸ “εἰ τετελεσμένον ἐστίν,” εἶτα “εἰ δύναμαι τελέσαι.” E. εἰ τετελεσμένον ἐστί] εἰ φύσιν ἔχει τοῦ δύνασθαι τελειωθῆναι, ἢ δυνατόν ἐστι γενέσθαι. T. V. 93. κέρασσε δὲ νέκταρ ἐρυθρόν] ἀντὶ τοῦ ἔχεεν. οὐ γὰρ κιρνᾶται τὸ νέκταρ. B. E. Q. κέρασσε δὲ νέκταρ ἐρυθρόν] εἰ μηδὲν ἄλλο πίνουσιν οἱ θεοὶ ἢ τὸ νέκταρ, διὰ τί αὐτὸ ἡ Καλυψὼ τῷ Ἑρμῇ κεράσασα δίδωσιν; εἰ γὰρ κεκέρασται σὺν ὕδατι, οὐ μόνον τὸ νέκταρ, ἀλλὰ καὶ τὸ ὕδωρ πίνου- σιν. καίτοι, φησὶ, ψιλὴν ἀμβροσίαν παρέθηκε, “κέρασσε δὲ νέκταρ ἐρυθρόν.” λύων οὖν ὁ Ἀριστοτέλης τὸ κέρασσε, φησὶν, ἤτοι τὸ μῖξαι ἄλλο ἄλλῳ ὑγρῷ δηλοῖ, ἢ τὸ ἐγχέαι· ἄμφω γὰρ δηλοῖ τὸ κερά- σαι. νῦν οὖν τὸ “κέρασσε δὲ νέκταρ ἐρυθρόν” οὐ τὸ μῖξαι δηλοῖ, ἀλλὰ ψιλῶς ἐγχέαι. T. εἰ μηδὲν ἄλλο πίνουσιν οἱ θεοὶ ἢ νέκταρ, πῶς ἡ Καλυψὼ αὐτὸ κιρνᾷ ὕδατι; ἔστιν οὖν ψιλῶς ἀντὶ τοῦ ἐνέχεεν ἀπὸ τῆς ἀρχαίας συνηθείας. εἰς κέρας γὰρ ἐγχέοντες ἔπινον. ἢ ὅτι τὸ κέρασε κατὰ τὸν Ἀριστοτέλην, ὡς ὁ Πορφύριος λέγει, οὐ μόνον δηλοὶ τὸ ἄλλῳ ὑγρῷ, ἀλλὰ καὶ τὸ ἐγχέαι ψιλῶς. B. E. Q. 94. 95. εὐτελεῖς κατὰ τὴν σύνθεσιν καὶ κατὰ τὴν διάνοιαν οἱ στί- χοι. H. P. 96. καὶ τότε δή μιν ἔπεσσιν] δαιμονίως οὐκ εὐθὺς ἀποκρίνεται τῆς παρουσίας τὴν αἰτίαν, ἀλλʼ ὡς ἀναγκαζόμενος ὑπʼ ἐκείνης ἧκεν ἐπὶ τὴν ἀπόκρισιν· οἷόν ἐστι καὶ τὸ ἐπιφερόμενον, κέλεαι γὰρ, οὐχ ὡς ἡδέως λέγων, ἀλλὰ διὰ τὴν ἐρώτησιν. P. Q 99. οὐκ ἐθέλοντα] ἐκ τούτου ἐμφαίνεται ἀκουσίως ἀφῖχθαι. V. 100. τίς δʼ ἂν ἑκὼν] πρόσκειται καὶ τῆς ἀκουσίου παρουσίας ἡ αἰτία τὸ μῆκος τῆς ὁδοῦ. P. Q. ἁλμυρὸν ὕδωρ] σαφῶς ἐδήλωσεν Ὅμηρος ὅτι ἔξω τῆς καθʼ ἡμᾶς θαλάσσης ἡ τῆς Καλυψοῦς νῆσος τυγχάνει. B. E. P. Q. T. 101. ἄσπετον] τοῦτο δύναται κομματικῶς ἀναπεφωνῆσθαι κατʼ εὐθεῖαν, ὡς ἐκεῖ “νήπιος, οὐδὲ τὰ ᾔδη” (Il. β, 38.) . εἰ δὲ συνάπτοιτο τοῖς ἄνω, αἰτιατική ἐστιν. P. Q. 102. ἑκατόμβας] λείπει ἔξωθεν, ἵνα μεταλήψηταί τις βρώσεως τοσοῦτον τόπον ἐρχόμενος. B. 103. ἀλλὰ μάλʼ οὔπως] τῷ μὲν δοκεῖν ὑπὲρ ἑαυτοῦ ἀπολογεῖσθαι, ὅτι ἀναγκαῖον ἦν ἐπακοῦσαι Διὶ, ἔργῳ δὲ κἀκείνην παρασκευάζει δέξα- σθαι τὰ πράγματα. οὐ γὰρ δυνατὸν παρακούειν Διός. P. Q. 104. οὔτε παρεξελθεῖν οὔθʼ ἁλιῶσαι] οὔτε μάταιον ἡγήσασθαι, οὔτε παρεξελθεῖν καὶ ἀπειθῆσαι. Q. V. ἁλιῶσαι, ματαιῶσαι. P. ἐκ πλήρους ὁ τέ, οὔτε ἁλιῶσαι· ἢ ὑποστικτέον εἰς τὸ ἁλιῶσαι λείποντος τοῦ ἐρῶ· ἢ στικτέον, ἵνʼ ᾖ ἀπόδοσις τῶν ἀνωτέρων. P. 105–111. περιττοὶ οἱ στίχοι καὶ πρὸς τὴν ἱστορίαν μαχόμενοι. οὐ γὰρ καθʼ ὃν καιρὸν ὑπὸ τῆς Ἀθηνᾶς ὁ ἄνεμος ἐκινήθη καὶ οἱ ἄλλοι ἀπώλοντο, Ὀδυσσεὺς τῇ νήσῳ προσηνέχθη. οἱ δὲ τελευταῖοι δύο ἐκ τῶν μετὰ ταῦτά (133. 134.) εἰσι μετενηνεγμένοι. P. Q. 105. ἄνδρα] ἄνδρα τινὰ ἐξ ἐκείνων τῶν ἀνδρῶν οἳ ἐν Ἰλίῳ ἐμά- χοντο. Q. T. φησί τοι ἄνδρα παρεῖναι ὀϊζυρώτερον] ἐξ ἀμφοῖν πρὸς πειθὼ παρα- σκευάζει, ἔκ τε τοῦ ἀποσεμνύνειν τὸν Διὸς φόβον καὶ ἐκ τοῦ καθυ- βρίζειν τὴν περὶ τὸν οὕτως ταπεινὸν σπουδήν. διὸ οὐχ ἥρωα, οὐκ ἀρι- στέα, ἀλλʼ ἄνδρα ὀϊζυρώτατον αὐτὸν καλεῖ. P. Q. T. 106. ἀναστρεπτέον· ἔστι γὰρ περὶ ἄστυ, ὡς “ἀμφὶ πόλιν Καλυ- δῶνα” (Il. ι, 530.) . H. P. 110. ἀπέφθιθεν] ἐφθάρησαν. V. ἀπέφθιθεν] ὡς κόσμηθεν. H. P. Q. δαιμονίως τὰ τοῦ ἔρωτος ἐσιώπησεν· οὐ γὰρ ὅτι τοῦτον τὸν μά- ταιον ἄκοντα φησὶν ἀγαπᾷς, ἀλλʼ ἁπλῶς τέθεικε τὴν παρουσίαν αὐτοῦ. P. Q. 112. ἠνώγει] ἠνώγειν ἀντὶ τοῦ ἠνώγεεν, ὡς τὸ “ἤσκειν εἴρια καλά” (Il. γ, 388.) P. 113. τῇδε] ἐν ταύτῃ τῇ νήσῳ. H. P. T. 114. ἀλλʼ ἔτι οἱ μοῖῤ ἐστὶ] καὶ τοῦτο πειστικὸν, ἵνα καὶ αὐτὴ εἴξῃ τῇ εἱμαρμένῃ. ὑπερφυῶς δὲ ἐξεῖλε τοῦ λόγου τὴν Πηνελόπην, οὐ βουλόμενος λυπεῖν τὴν ἀγαπῶσαν ἐκ τῆς ζηλοτυπίας. H. Q. 116. ῥίγησεν] ῥιγῶ ῥιγώσω ἐπὶ κρύους, ῥιγῶ ῥιγήσω ἐπὶ φόβου. E. 118. σχέτλιοί ἐστε, θεοὶ] παρεκτικοὶ κακῶν ἅτινα οὐ δύναταί τις σχέσθαι καὶ τλῆναι. B. μὴ κρατοῦντες ἑαυτοὺς τῆς ὁρμῆς τοῦ θυμοῦ. ἀπὸ τοῦ σχῶ τὸ κρατῶ. ἢ οἱ σχετλιάζειν ἡμᾶς ποιοῦντες. E. Ἄλλως. ἐπιλαμβάνονταί τινες τῆς Καλυψοῦς διαρρήδην ἀναι- σχυντούσης. ἀναισχύντου γὰρ χαλεπαίνειν μὴ ἐωμένην ἀνδράσιν εὐνάζεσθαι καὶ ἐπὶ τούτῳ αὐτῷ σχετλιάζειν. φαίνεται δὲ ὅτι οὐ διὰ τὸ κωλύεσθαι εὐνάζεσθαι σχετλιάζει, ἀλλὰ διὰ τὸ εὐλαβεῖσθαι μὴ ζήλῳ τῷ πρὸς αὐτὴν ἀποκτείνωσι τὸν Ὀδυσσέα. δηλοῖ δὲ τὰ παρα- δείγματα τὴν γνώμην αὐτῆς. ὑπομιμνήσκει δὲ ὅτι, ἐγὼ διὰ φιλαν- θρωπίαν σαώσασα κατεῖχον, εἰ καὶ ὁ Ζεὺς νῆα θοὴν ἀργῆτι κεραυνῷ βαλὼν ἐκέασεν ἐν μέσῳ πόντῳ. δηλοῖ δὲ καὶ τὸ φράσαι, αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, τὸ πρόθυμον αὐτῆς εἰς τὸ σώζεσθαι τὸν Ὀδυσ- σέα, καὶ οὐδαμῶς διὰ τὸ ἐρωτικὸν πάθος σχετλιάζειν. οὐδὲ γὰρ οὐδὲ δακρύουσαν πεποίηκε. σχέτλιοι γοῦν ὅτι γάμων φθονοῦσι θεαῖς φα- νερῶν, οὐ κρυφίων, καὶ ζηλήμονες ὅτι ἀναιροῦσι τοὺς εἰς γάμους προ- κριθέντας. καὶ σχετλιασμοῦ ἄξιον ὅτι πείσεται καὶ Ὀδυσσεὺς τὰ ὅμοια. καὶ τούτου πίστις, τοῦ μὴ διὰ πάθος αἰσχρόν σχετλιάζειν, τὸ ἑτοίμως ἔχειν ἀποπέμπειν, καὶ ὑποτίθεσθαι τότε τὰ σωτήρια, καὶ ὅτι διʼ ἔλεον κατεῖχεν ἐκ τοῦ ναυαγὸν λαβοῦσα τρέφειν καὶ φιλεῖν, καὶ ὅτι εἰ καὶ ἀπολέσθαι αὐτὸν κεκρίκασιν, ἐρρέτω. E. οὐ πάθους ἐρωτι- κοῦ κατηγοροῦσιν οἱ λόγοι τῆς Καλυψοῦς· οὐ γὰρ ἀσχάλλει τῷ ἔρωτι· δέδιε δὲ μὴ κατακληθεὶς ἀνὴρ αὐτῆς Ὀδυσσεὺς ἀναιρεθείη παρὰ τῶν θεῶν. ἄμφω γὰρ οἶδε, καὶ τὸν Δία κεραυνοβολήσαντα τὴν ναῦν Ὀδυσσέως, καὶ τοὺς θεοὺς ζηλήμονας ὄντας τοῖς ἀνδράσι τῶν θεαινῶν καὶ θάνατον αὐτοῖς ἀντὶ γάμων ἀλλασσομένους. τοῦτο δὲ δείκνυται διά τε τοῦ μὴ δακρῦσαι τὴν θεὸν, ἀλλὰ καὶ προθυμότερον ἀποστεῖλαι τὸν ἄνδρα, διά τε τοῦ λέγειν “ἐπεὶ οὔπως ἔστι Διὸς νόον αἰγιόχοιο ἐξαπατῆσαι, ἐρρέτω” (137.) ,ὡς τοῦ Διὸς ἐθέλοντος αὐτὸν κακῶσαι κατὰ θάλασσαν, καὶ διὰ τοῦ “αὐτάρ οἱ πρόφρων ὑπο- θήσομαι.” H. P. Q. T. σχέτλιοί ἐστε, θεοὶ, ζηλήμονες] βραχὺ διασταλτέον ἐπὶ τὸ θεοί· ἐμφαντικώτερον γὰρ οὕτως. ἀμφίβολον δὲ τὸ ζηλήμονες, πότερον ὀρ- θῆς ἐστιν ἢ κλητικῆς. ἴσως δʼ ἄν τις καὶ μετὰ τὸ ἐστέ βραχὺ διαστέλλοι, συνάπτων οὕτως, θεοὶ ζηλήμονες, ὡς οὐ δεῖ θεοὺς ὄντας ζηλοτυπεῖν. H. P. Q. ζηλήμονες] ζηλότυποι· ἢ δηλήμονες, βλαπτι- κοί. V. γράφεται δηλήμονες. E. ἄλλο ζηλωτής καὶ ἄλλο ζηλήμων. τὸ μὲν γὰρ ζηλωτής ἐπὶ καλοῦ. τὸ δὲ ζηλήμων ἐπὶ κακοῦ. E. 120. ἀμφαδίην] τὸ ἀμφαδίην ἑκατέροις δύναται προσδίδοσθαι. P. ἤν τις] γράφεται ἥτις, ἤτοι ὁποία. Q. 121. Οἰνεὺς τῆς Βοιωτίας ἦν βασιλεύς. οἱ οὖν θεοὶ βουληθέντες ἰδεῖν εἰ φιλόξενοι οἱ ἄνθρωποι ἦλθον πρὸς αὐτὸν ὡς ξενισθησόμενοι ὑπʼ αὐτοῦ. ὁ δὲ ἐδέξατο καὶ ἔθυσε βοῦν καὶ ἐξένισεν αὐτούς. ξενι- σθέντες οὖν καὶ ἐρχόμενοι οἱ θεοὶ εἶδον τὴν βύρσαν τοῦ σφαγέντος βοὸς κειμένην κάτω, καὶ οὐρήσαντες εἰς αὐτὴν ἐξ αὐτοῦ τοῦ οὔρου καὶ τῆς βύρσης ἐποίησαν τὸν Ὠδρίωνα. οὗτος γενόμενος ἠράσθη τῆς Ἀρτέμιδος. αὕτη δὲ σκορπίον ἀνῆκε κατʼ αὐτοῦ, καὶ κρουσθεὶς οὕτως ἐν τῷ σφυρῷ τέθνηκεν. οἱ οὖν θεοὶ ἐλεήσαντες αὐτὸν διʼ ἄστρων ὑπε- ζωγράφησαν αὐτὸν ἐν τῷ οὐρανῷ μετὰ τοῦ σκορπίου. H. P. Q. ἐὰν μετὰ τὸ **βραχὺ διαστείλωμεν, μᾶλλον τὴν τάξιν τοῦ λόγου σώσομεν. P. ὡς μὲν ὅτʼ Ὠρίωνα] πρὸς τὸ ξένον τῆς ἱστορίας. H. ὁ μέν ἀντὶ τοῦ δή. ὁ δὲ νοῦς, ὥσπερ δὴ ὅτε Ὠρίωνα ἔλαβεν ἡ Ἡμέρα. H. T. τούτου γὰρ ἐρασθεῖσα ἡ Ἡμέρα ἥρπασεν ἀπὸ Τανάγρας εἰς Δῆλον, ἔνθα τὴν ἀμαλλοφόρον Οὖπιν ἰδὼν ἠθέλησε βιάσασθαι. ἐφʼ ᾧ ὀργι- σθεῖσα ἡ θεὸς ἀναιρεῖ αὐτὸν, ὡς Εὐφορίων δηλοῖ. P. Q. T. ἐκ τοῦ Ἡρακλείτου. δεῖ δὲ ἡμᾶς οὐδὲ τὰ μικρὰ παροδεύειν, ἀλλὰ καὶ διʼ ἐκείνων τὴν λεπτὴν ἐξετάζειν Ὁμήρου φροντίδα. τὸν γὰρ Ἡμέ- ρας καὶ Ὠρίωνος ἔρωτα, πάθος οὐδʼ ἀνθρώποις εὔσχημον, ἠλληγορη- σεν “ὡς μὲν ὅτʼ Ὠρίων᾿ ἕλετο ῥοδοδάκτυλος Ἠώς.” παρεισάγει γὰρ αὐτὸν ἔτι νεανίαν ἐν ἀκμῇ τοῦ σώματος ὑπὸ τοῦ χρεῶν πρὸ μοίρας συνηρπασμένον. ἦν δὲ παλαιὸν ἔθος τὰ σώματα τῶν καμνόντων, ἐπειδὰν ἀναπαύσηται τοῦ βίου, μήτε νύκτωρ ἐκκομίζειν μήθʼ ὅταν ὑπὲρ γῆς τὸ μεσημβρινὸν ἐπιτείνηται θάλπος, ἀλλὰ πρὸς βαθὺν ὄρ- θρον ἀπύροις ἡλίου ἀκτῖσιν ἀνιόντος. ἐπειδὰν οὖν εὐγενὴς νεανίας ἅμα κάλλει προέχων τελευτήσῃ, τὴν ὄρθριον ἐκκομιδὴν ἐπευφήμουν Ἡμέ- ρας ἁρπαγὴν, ὡς οὐκ ἀποθανόντος, ἀλλὰ διʼ ἐρωτικὴν ἐπιθυμίαν ἀνηρ- πασμένου. καθʼ Ὅμηρον δὲ καὶ τοῦτό φασιν. Ἰασίων ἀνὴρ γίας ἐπιμελούμενος καὶ δαψιλῶς ἀπὸ τῶν ἰδίων ἀγρῶν καρποὺς λαμ- βάνων εἰκότως ὑπὸ τῆς Δήμητρος ἔδοξεν ἠγαπῆσθαι· διʼ ὧν Ὅμηρος οὐκ ἀσελγεῖς ἔρωτας ἱστορεῖ θεῶν οὐδʼ ἀκολασίας, σημαίνει δὲ τὰς εὐαγεστάτας, Ἡμέραν τε καὶ Δήμητραν, τοῖς εὐσεβῶς ἐρευνᾶν ἐθέ- λουσι φυσικῆς ἀκριβῆ θεωρίαν ἀφορμὴν χαρίζεσθαι. E. T. οἱ πλείονες ὑπὸ σκορπίου φασὶν αὐτὸν ἀνῃρῆσθαι τὴν Ἄρτεμιν διώκοντα. E. οἱ πλείονες ὑπὸ σκορπίου φασὶν αὐτὸν ἀνῃρῆσθαι βιαζόμενον τὴν Ἄρτεμιν. ὁ γὰρ Ἀπόλλων οὐκ ἀνεῖλεν, ἴσως μὴ παρὼν τότε. V. 123. εἵως μιν ἐν Ὀρτυγίῃ] ἡ ἐν τῇ Ὀρτυγίῃ τῇ νῦν Δήλῳ θεῖσα. Ὀρτυγίη δὲ ἐκαλεῖτο πρώην διὰ τὸ χθαμαλὸν καὶ οἷον χα- μαιπετὲς πρὸ τοῦ ἀναδοθῆναι καὶ φανῆναι. τοιοῦτον γὰρ καὶ τὸ ὄρνεον, οὐχ ὑψιπετὲς, ἀλλὰ πρόσγειον. E. τῇ Δήλῳ. νῆσος δὲ ἡ Δῆλός ἐστιν ἀνὰ μέσον τῶν Κυκλάδων. E. V. χρυσόθρονος Ἄρτεμις ἁγνὴ] ἐπὶ κυνηγετικῆς θεοῦ ἄκαιρον τὸ ἐπί- θετον. Q. Ἀπίων τὸ ἁγνή περισπᾷ κατὰ δοτικὴν, ἀκούων ἐν Ὀρτυγίῃ ἁγνῇ. H. P. Q. 124. οἷς ἀγανοῖς] ἢ τοῖς ταχυτάτοις παρὰ τὸ ἄγαν, ἢ τοῖς μὴ γάνος ἐμποιοῦσιν. P. τὸ ἑξῆς, βελέεσσι κατέπεφνεν αὐτὴ ἐποιχομένη. P. οὐδέποτε παῤ Ὁμήρῳ ἡ Ἄρτεμις ἄρρενας φονεύει· διό τινες ἀθε- τοῦσι τοὺς στίχους, εἰ μὴ ἄρα τῆς ἱστορίας μέμνηται ὡς τὸν Ὠρίωνα πλημμελοῦντα εἰς αὐτὴν ἠμύνατο ἡ Ἄρτεμις. H. P. Q. 125. ὡς δʼ ὁπότʼ Ἰασίωνι] οὗτος Κρὴς τὸ γένος Κατρέος καὶ Φρο- νίας υἱός· ὡς δὲ Ἑλλάνικος, Ἠλέκτρας καὶ Διὸς υἱός· παῤ ᾧ μόνῳ μετὰ τὸν κατακλυσμὸν εὑρέθη σπέρματα, οὗ καὶ Δήμητρος ὁ Πλοῦ- τος κατὰ Ἡσίοδον. πάντα γὰρ ἰᾶται ὁ πλοῦτος. H. P. Q. τούτου καὶ Δήμητρος ὁ Πλοῦτος. ἦν δὲ Κρὴς ὁ Ἰασίων. Ἑλ- λάνικος δὲ Ἠλέκτρας καὶ Διὸς αὐτὸν γενεαλογεῖ. ἔνιοι δέ φασιν αὐτὸν γεωργικώτατον ὄντα δόξαν ἔχειν ὅτι τῇ Δήμητρι συνῴκει. τινὲς δέ φασι μετὰ τὸν ἐπικλυσμὸν παρὰ μόνῳ Ἰασίωνι σπέρμα πυ- ρῶν εὑρεθῆναι ἐν Κρήτῃ, ὅθεν διαδοθῆναι φήμην ὅτι ἡ Δημήτηρ αὐτῷ συνῴκει καὶ ἐγέννησε Πλοῦτον. H. P. Q. V. ὁ Ἰασίων γεωργὸς ἦν καὶ ἐδίδου αὐτῷ ἡ γῆ καρπὸν περιττὸν εἰσαεὶ ἐμφοροῦσα, καὶ ἦν πλούσιος. ἔλεγον οὖν αὐτὸν συνευνάζεσθαι τῇ γῇ, καὶ διὰ τοῦτο διδόναι αὐτῷ τὴν εὐφορίαν. E. 126. ᾧ θυμῷ εἴξασα] οὐκ ἀντιστᾶσα τῇ ἐπιθυμίᾳ, ἀλλὰ πεισθεῖσα καὶ ὑποχωρήσασα. B. P. T. 127. νειῷ] νενεασμένῃ γῇ, ἠρωμένῃ. V. τῇ νεωστὶ ἠροτριασμένῃ γῇ. P. Q. τριπόλῳ] τρίτον ἐστραμμένῃ. B. V. τινὲς δὲ γράφουσι, νειῷ ἐνὶ τριπύλῳ, οὐκ εὖ. H. P. Q. 128. ἀργῆτι] ταχέως διικνουμένῳ διὰ λεπτότητα. E. 129. ἀγάασθε] ὡς δύνασθαι, τοῦ δευτέρου α συστελλομένου. δυνα- τὸν δὲ καὶ ὡς η ***. οἶδε γὰρ αὐτοῦ καὶ τὸ κατὰ διαίρεσιν, ὡς τὸ “θεαῖς ἀγάασθαι” (119.) ,καὶ “τόφρα οἱ ἠγάασθε θεοί” (122.) . P. 130. τὸν μὲν ἐγὼν ἐσάωσα] ὅρα τὴν δικαιολογίαν, ὅτι ὃν ἔσωσα, εἰμὶ δικαία τοῦτον κατέχειν, ὑμεῖς δὲ διαφθείραντες ἄλλως βουλεύ- εσθε. T. περὶ τρόπιος βεβαῶτα] ὅτι καὶ γενικὴ ἀντὶ δοτικῆς, ἀντὶ τοῦ περιβεβηκότα τῇ τρόπιδι. B. E. P. Q. T. 132. Ζεὺς ἐλάσας] γράφεται, ἔλσας. E. ἔλσας] Ζηνόδοτος “ἐλάσας” γράφει. οἱ δὲ “ἔλσας·” ποιητικώτε- ρον γάρ. ἔλσας μὲν τὸ συστρέψας, ἐλάσας δὲ τὸ ἐκ χειρὸς πλήξας. H. P. Q. ἔλσας] πλήξας, κεραυνώσας. V. 135. τὸν μὲν ἐγὼ φίλεον] οὐκ ἀλόγως οἴεται τὰς εἰς αὐτὸν ἐργα- σίας καταριθμεῖν, ἀποδεικνῦσα ὅτι δίκαιον τὸν εὐπαθοῦντα συνεῖναι αὐτῇ. P. Q. 136. ἀγήραον] Ἀρίσταρχος, ἀγήρων. H. 139. ἐρρέτω πόντον ἐπʼ ἀτρύγετον, εἰ ὁ Ζεὺς ἐποτρύνει καὶ ἀνώγει αὐτὸν διαφθαρῆναι. P. Q. T. τὸ ἑξῆς, ἐρρέτω πόντον ἐπʼ ἀτρύγετον. τὰ δὲ ἄλλα ὡς διὰ μέσου διορθωτέον. P. ἐρρέτω] ἀμφίβολον, πότερον εἰς Δία ἢ εἰς Ὀδυσσέα. V. 141. καὶ ἑταῖροι] ὅτι ἐπὶ τῶν συμπλεόντων τίθησι τοὺς ἑταίρους πολλάκις. P. Q. 143. πρόφρων ὑποθήσομαι] τὸ ἑξῆς, ὑποθήσομαι ὡς κε μάλʼ ἀσκη- θής· τὸ δὲ “οὐδ᾿ ἐπικεύσω” διὰ μέσου. δύναται καὶ ἀφʼἑτέρας ἀρχῆς ἀναγινώσκεσθαι, οὐδʼ ἐπικεύσω ὥς κε μάλʼ ἀσκηθής, οὐκ ἀποκρύψομαι πῶς ἂν σωθείη. P. Q. T. 144. ἀσκηθὴς] ἀβλαβὴς, ἀπὸ τοῦ σχῶ τὸ κρατῶ, ἤτοι ὁ μὴ κρα- τούμενος τῇ βλάβῃ, καὶ κλίνεται τοῦ ἀσκηθοῦς. B. 146. τὸ νῦν ἔφαμεν ἐκτείνεσθαι παρὰ τῷ ποιητῇ, εἰ μὴ μέτρον κωλύοι. P. 151. οὐδέ ποτʼ ὄσσε] ἐν ἄλλοις φησὶν “αἰψηρὸς δὲ κόρος πέλεται κρυεροῖο γόοιο” (Od. δ, 103.) . εἰ τοίνυν οὕτως ἀδιαλείπτως κλαίει, ὅρα τὴν ὑπερβολὴν τῆς λύπης. P. Q. T. 152. τέρσοντο] ἐξηραίνοντο· ἐξ οὗ καὶ ταρσός, ὁ καλαθίσκος. E. κατείβετο] ἐν δάκρυσιν ἦν αὐτῷ ὁ τοῦ βίου χρόνος καὶ κατετή- κετο. V. κατέρρει, ἐφθείρετο, ἀνηλίσκετο. B. ἐν δάκρυσιν ἀνη- λίσκετο. T. 153. ἐπεὶ οὐκέτι ἥνδανε νύμφῃ] κατʼ οὐδὲν ἤρεσκεν ἀποπέμπειν ἔτι αὐτὸν, ἤτοι τὸ μὲν πρῶτον ὡς σώσασαν ἔστερξεν, τὸ δὲ μετὰ ταῦτα οὐκέτι. P. Q. V. δύναται δὲ κυρίως κεῖσθαι τὸ ἔτι, ἤρεσκε γὰρ αὐτῷ πρότερον ἀναλαβοῦσα αὐτὸν ἐκ τοῦ ναυαγίου, κατέχουσα δὲ οὐκέτι. P. Q. θρηνοῦντι τὴν ἐπάνοδον τὴν μὴ γινομένην αὐτῷ. P. T. 154. ἰαύεσκεν] διενυκτέρευσεν, ἢ ἐκοιμᾶτο. Q. V. 155. παῤ οὐκ ἐθέλων ἐθελούσῃ] ἀντιστροφὴ Ἰωνική. P. 156. ἐν πέτρῃσι] ἀμπέτρῃσι, αἱ Ἀριστάρχου. H. P. 158. ἐντεῦθεν εἰς τὸ ὀλίγον ἀνωτέρω (84.) μετάκειται ὁ στίχος. H. 160. κάμμορε, μή μοι] δαιμονίως ἀποκρύπτει τὸ πρόσταγμα ἐξι- διοποιουμένη τὴν εὐεργεσίαν. P. Q. κάμμορε] καταμεμορημένη, ταλαίπωρε, κακόμοιρε. P. 163. σχεδίην] τὴν εἰκαίως κατασκευασθεῖσαν ναῦν λέγει. V. ἐν δʼ ἰκρία πῆξαι ἐν αὐτῇ] Super ἐν δ᾿ —γρ. αὐτάρ: et in marg. ἐπʼ αὐτῆς. H. ἴκρια] τὰ ὀρθὰ ξύλα, ἐφʼ ὧν τὰ τῆς νεὼς καταστρώματα προσ- πήγνυται, τὰ ἐγκοίλια λεγόμενα. E. P. Q. V. ἰκρία] ὡς ἴχνια. H. P. . . . . . . . . . διαφέρει. ὅτε μὲν δέξη τὸ ι βραχὺ, προπαροξύνεται, ὅτε δὲ μακρὸν, παροξύνεται. P. 164. ὑψοῦ] βέλτιον τὸ ὑψοῦ τοῖς ἄνω συνάπτειν. ἐπεὶ γὰρ περὶ τοῦ πλάτους εἶπεν, εὐρεῖαν σχεδίην, ἀναγκαῖον καὶ περὶ τοῦ βάθους εἰπεῖν. P. Q. 166. μενοεικέα] ἢ ἐντιθέντα μένος, ἢ πρέποντα τῷ μένει· ἢ ἀρκε- τόν. B. ὅτι καὶ ἐπὶ δίψης ὁ λιμός. P. 168. ἵκηαι] Ἀριστοφάνης ἵκοιο. H. P. 171. ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς] κινεῖ αὐτὸν πρὸς τὸ δεδιέναι καὶ ἡ ὥρα τοῦ ἔτους καὶ ὁ τρόπος τῆς πορείας. ὅτι γὰρ τοιοῦτον ἦν τὸ κατάστημα δῆλον κἀκ τοῦ παρὰ Καλυψοῖ πῦρ καί- εσθαι ἐπὶ τῆς ἐσχάρας καὶ παρὰ Φαίαξι καὶ παρὰ Εὐμαίῳ. P. Q. T. 173. ἄλλο τι βουλεύῃ, καὶ οὐ τὴν πομπήν. P. T. `μήδεα] βουλεύματα. V. 175. ἐϊσαι] πλεονασμός ἐστι τοῦ ε, οὐ διαίρεσις. P. 179. ἄλλο] Ἀριστοφάνης ἄλλοις γράφει. οἷον σώζειν μὲν ἐμὲ, ἐν δὲ τοῖς ἄλλοις κακόν μοι τὶ βουλεύειν. H. P. Q. 182. ἦ δὴ] περισπαστέον τὸ η· ἔστι γὰρ βεβαιωτικός. P. ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς] ἀλιτήριος καὶ ἁμαρ- τωλός. ἀποφώλια δὲ τὰ ἀπαίδευτα. πῶς οὖν ἁμαρτωλός τε εἶ καὶ οὐκ ἀπαίδευτος, φησίν. οὐκ ἔστιν οὕτως, ἀλλὰ λέγει, πάνυ ἥμαρ- τες, καίπερ οὐκ ὢν ἀπαίδευτος. καίτοι οὐκ ἀποφώλια εἰδὼς οὐδὲ ἀπαίδευτος ὢν ἀλιτρὸς γέγονας καὶ ἥμαρτες τοῦτο εἰπών. H. P. Q. ἀλιτρὸς ὁ μὴ ἀπηλλαγμένος πανουργίας, ὁ ἁμαρτωλός. V. ἀλι- τρὸς λέγεται ὁ κατὰ ψυχὴν ἁμαρτωλός. λέγεται δὲ καὶ ὁ τῆς ἀλη- θείας ἀποτυχῶν καὶ ἁμαρτὼν, ὡς καὶ νῦν Ὀδυσσεύς. τὸ ἑξῆς δὲ οὕτως, ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ, καίτοι οὐκ ἀποφώλια εἰδώς. ἤτοι ὄντως ἁμαρτάνεις τῆς ἀληθείας, καίτοι οὐκ εἰδὼς ἀπαίδευτα. εἰ μὴ γὰρ συννοοῖτο τὸ καίτοι, ἄλλως οὐκ ἂν ἀκολουθήσαι. ἢ ἀλιτρὸς ἀντὶ τοῦ πολύπειρος, πολλὰ προσκρούσας· καίτοι μὴ εἰδὼς ἀποφώλια, ἀλλʼ ὅμως ἀπαίδευτα ἥμαρτες. φωλεὸν δὲ λέγεται τὸ σχολεῖον. ὁ γοῦν μὴ φοιτῶν εἰς τὸ ᾠδεῖον λέγεται ἀποφώλιος. E. ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ] τῷ Ὀδυσεῖ Ἀθηνᾶ μὲν ἐμαρτύρησε φι- λεῖσθαι αὐτὸν καίπερ “δύστηνον ἐόντα, οὕνεκʼ ἐπητής ἐστὶν καὶ ἀγχί- νοος καὶ ἐχέφρων” (Od. ν, 331.) . Καλψὼ δὲ ἰδοῦσα τὸ δύστηνον αὐτὸν ἐόντα, ὅτʼ “ἄλλοι μὲν πάντες ἀπέφθιθον ἐσθλοὶ ἑταῖροι, τὸν δʼ ἄρα δεῦῤ ἄνεμός τε φέρων καὶ κῦμʼ ἐπέλασσεν οἶον” (Od. ε, 110.) ,καὶ διὰ τοῦτο ἐξηγήσατο πῶς δύστηνον λέγει. πάλιν “ἦ δὴ ἀλιτρὸν” ὄντα. πῶς οὖν ἀλιτρός τε ὁ αὐτὸς καὶ ἀποφώλια εἰδότος καὶ τοῦ ἀγχίνου καὶ ἐχέφρονος; καὶ πῶς ὁ ἀλιτρὸς εἴρηται; ῥητέον οὖν ὅτι εἰς ὅρκον προκαλουμένου τὴν Καλυψὼ τοῦ Ὀδυσσέως “μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,” φησὶν ἐκείνη ἀλιτρὸν ὄντα, τουτέστι διαμαρτάνοντα τῆς ἀληθείας καὶ σφαλλόμενον, καίπερ ἀπαίδευτα εἰδότα. τὸν γὰρ ἀπαίδευτον οὐκ ἀπεικὸς ὄντα σφάλλεσθαι, τὸν δὲ πεπαιδευμένον θαυμαστὸν ὄντα σφαλῆναι. θαυμάζουσα οὖν λέ- γει “ἦ δὴ ἀλιτρός ἐσσι,” ἀντὶ τοῦ εἶ ἄρα σφαλερὸς, καίπερ οὐκ ἀπαίδευτος ὤν. τὸ δὲ ἀμφίβολον ἐποίησιν ὁ πλεονασμὸς τοῦ τε καὶ ἔλλειψις τοῦ περ. ῥηθεὶς γὰρ οὕτω “ἦ δὴ ἀλιτρός ἐσσι, καίπερ οὐκ ἀποφώλια εἰδώς,” οὕτως ἂν εἴη ὁ αὐτός. τὸ ἐπητὴς δʼ ἐστίν παρὰ τὸ ἔπος γέγονεν, ὥσπερ παρὰ τὸν λόγον λόγιος. λόγιος δὲ ὁ πεπαιδευ- μένος καὶ τῷ λόγῳ καὶ τῷ ἔπει χρῆσθαι δυνάμενος διὰ τὴν παίδευσιν, λόγῳ δὲ οὐ τῷ προφορικῷ μόνῳ, ἀλλὰ καὶ τῷ ἐνδιαθέτῳ. ὁ δʼ αὐτὸς ἂν εἴη ἄριστος ἐν μύθοις, ὥσπερ ἀγχίνους καὶ ἐχέφρων ὁ ἐν βουλῇ ἄριστος. καὶ γὰρ ἀγχίνοια καὶ φρόνησις συνήρτηται λογιότητος· καὶ ἐξηγεῖται συλλαβὼν λογιότητα καὶ ἀγχίνοιαν καὶ φρόνησιν ἐν οἷς φησι πρὸς τὸν αὐτόν “ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάν- των βουλῇ καὶ μύθοισιν” (Od. ν, 296.) ὁ γὰρ ἄριστος ἐν βουλῇ ὁ φρόνιμος καὶ ἀγχίνους, ὁ δὲ ἄριστος ἐν μύθοις ὁ ἐπητὴς καὶ λόγιος. τοιοῦτος δʼ ἂν εἴη ὁ οὐκ ἀποφώλια εἰδὼς μόνος. T. ἀποφώλια] ἀπαίδευτα. φωλεοὶ γὰρ τὰ παιδευτήρια. ἢ ἃ οὐκ ἄν τις ἀποφήναιτο ὡς ἄρρητα ἢ ἀσύνετα. P. V. φωλεοὺς ἔλεγον οἱ παλαιοὶ τὰ παιδευτήρια. ἀποφώλια οὖν τὰ ἀπαίδευτα. καίτοι οὐκ ἀποφώλια εἰδὼς οὐδʼ ἀπαίδευτος ὢν, γέγονας καὶ ἥμαρτες τοῦτο εἰπών. B. 183. ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκειν βέλτιον, ἵνα θαυμασμὸν μᾶλ- λον παραστήσωμεν. P. 184. ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς] ἡ γῆ μετέχει ἀέρος, ὕδατος καὶ πυρός. ἡ γοῦν Καλυψὼ πρὸς τὰ τέσσαρα στοιχεῖα τὸν ὅρκον ποιεῖται, ἃ καὶ συνεκτικώτατα πάντων. κέντρον γάρ ἐστιν ἡ γῆ, περὶ δὲ τὸν οὐρανὸν τὰ ἄφθαρτα σώματα, περὶ δὲ τὴν γῆν φθαρτά. διὸ καὶ αὐτὸ περὶ τοῦ τῆς ἐν τῷ Ἅιδῃ Στυγὸς ὕδατος λέγουσιν ὡς, ἐὰν ψευσώμεθα, ἐκεῖ κατέλθωμεν, ὥσπερ καὶ βασιλεὺς βουλόμενος ὀμόσαι φησὶν, ἐκπέσοιμι τῆς ἀρχῆς, εἰ μὴ τόδε γένηται, ὡς καὶ αὐτὴ τῆς ζωῆς. E. 185. γράφεται καὶ, ὕδατος, πρὸς ὃ ἐσημειοῦτο Ἀριστοφάνης. H. 188. ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι] ἀλλὰ ταῦτά σοι εἴπω, ὅσα φρονῶ καὶ ὅσα ἂν ἐμαυτῇ συνεβούλευσα ἐν τοσούτῳ τῆς χρείας κα- θεστῶσα. B. E. V. ὅτε με, φησὶ, τοσοῦτον χρεία καταλάβοι ὅσον καὶ σέ. B. E. P. ἀλλὰ τοσαῦτά σοι νοῶ καὶ συμβουλεύω, ὅσα ἂν καὶ ἐμαυτῇ συνεβούλευσα ἐν τούτῳ τῆς χρείας καθεστηκυίᾳ. ὁ δὲ περ παρέλκει. P. Q. 190. ἐναίσιμος] δίκαιος, ἀγαθός. B. 193> καρπαλίμως] οὐχ ὅτι ταχέως βαδίζει. ποίαν γὰρ εἶχεν αἰ- τίαν ἐπείξεως; ἀλλὰ μετὰ τὰ εἰρημένα καρπαλίμως ἐτράπετο. P. Q. 194> ἷξον] δύο θέματά εἰσιν, ἥκω διὰ τοῦ η, καὶ ἵκω διὰ τοῦ ι, σεσιγημένον δέ. εἰ γὰρ διὰ τοῦ ι, οὐκ ἂν ὁ| δεύτερος ἀόριστος ἦν, ᾧ προστεθέντος τοῦ σ ἷξον γίνεται. τὸ γὰρ ξ ἐκ τοῦ κ καὶ σ σύγκει- ται. B. γλαφυρὸν] κοῖλον διὰ τὸ γλύφεσθαι. H. 196. ἐτίθει πάρα πᾶσαν] ἀναστρεπτέον τὴν πρόθεσιν. P. 198. αὐτὴ δʼ ἀντίον ἷζεν] ἥδιστον τοῖς ἐρῶσιν ἡ καταντικρὺ καθέ- δρα. P. Q. 199. πιθανῶς καὶ περὶ τροφῶν διέστειλεν, ἵνα μὴ ἐπιζητῶμεν εἰ ταὐτὰ προσεφέροντο. P. 202. τοῖς] ὅτι ἑνὸς πρὸς ἕνα διαλεγομένου φησὶ, τοῖς ἄρα μύθων ἦρχεν. P. 204. οὕτω δὴ οἶκόνδε] ἤγουν ἐν καιρῷ χειμῶνος. προσῆκται δὲ ὁ λόγος ἐν ἐπερωτήσει. B. E. οὕτω δὴ, ἐν ἐπερωτήσει. P. 205. ἔμπης] τὸ ἔμπης, ὃ καὶ ἔμπα λέγεται, ἐν τούτῳ τῷ τόπῳ ὅμως σημαίνει, ποτὲ δὲ ὁμοίως καὶ ἐπίσης, ὡς τὸ “ἔμπης εἰς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή.” (Il. ξ, 174.) . MS. Barnes. 206. εἴ γε μὲν εἰδείης] ἂν δὲ ἐγίνωσκες. ἠθικῶς ἐκτρέπει αὐτὸν ταῖς φιλοφρονήσεσι. P. 208. τὸ, σὺν ἐμοί, τοῖς ἑξῆς συναπτέον, ἐπὶ δὲ τὸ φυλάσσοις βραχὺ διασταλτέον. P. σὺν ἐμοὶ δὲ, οὐ παῤ ἐμοί. M. 209. ἀθάνατός τʼ εἴης] ὅρα ποῦ τὴν τῆς ἀθανασίας ὑπόσχεσιν παρέλαβεν, ὅτι οὐ τῆς Πηνελόπης μνημονεύειν ἔμελλεν, εἰ μὴ ἀντι- θεῖσα τῷ μεγέθει τῆς ὑποσχέσεως τὴν περὶ τὴν γυναῖκα σπουδήν. P. Q. 211. οὐ μέν θην κείνης γε χερείων] Ἀντισθένης φησὶν εἰδέναι σο- φὸν ὄντα τὸν Ὀδυσσέα ὅτι οἱ ἐρῶντες πολλὰ ψεύδονται καὶ τὰ ἀδύ- νατα ἐπαγγέλλονται. ἐπισημαίνεται δὲ καὶ τὴν παραίτησιν διʼ ἣν πεποίηται τῆς θεοῦ. ἐκείνης μὲν γὰρ ἐπὶ σώματος εὐμορφίᾳ καὶ μεγέθει μεγαλαυχούσης καὶ τὰ καθʼ ἑαυτὴν προκρινούσης τῆς Πε- νελόπης, συγχωρήσας μὲν τοῦτο καὶ τῷ ἀδήλῳ εἴξας, ἄδηλον μὲν γὰρ αὐτῷ εἰ ἀθάνατος καὶ ἀγήρως, ἐπισημήνασθαι ὅτι τὴν γαμετὴν ζητεῖ διὰ τὸ εἶναι περίφρονα, ὡς κἀκείνης ἂν ἀμελήσας, εἰ τῷ σώματι καὶ μόνῳ κάλλει κεκόσμητο. τοῦτο γὰρ καὶ τοὺς μνηστῆρας εἰρηκέναι πολλάκις λέγοντας “οὐδʼ ἐπὶ ἄλλας ἐρχόμεθʼ ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ” (β, 207.) ,ταύτης δὲ ἕνεκα τῆς ἀρετῆς ἐπιδικαζόμεθα. τὰ δὲ τῆς Καλυψοῦς ἐστι τοιαῦτα· οὐ μὲν ἐγὼ κείνης χερείων εὔχομαι εἶναι, οὐ δέμας, οὐ φυὴν, οὐδὲ ἔοικε θνητὰς ἀθανάτῃσι δέμας ἐρίζειν καὶ εἶδος, τὰ σωματικὰ μόνον παραβαλλούσης. τοῦ δὲ οἶδα καὶ αὐτὸς πάντα μάλʼ οὕνεκα σεῖο περίφρων Πηνελόπεια εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰς ἄντα ἰδέσθαι· ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως. τὸ γὰρ περίφρων Πηνελόπεια ἔμφασιν ἔχει τῆς κατʼ ὄρεξιν προκρίσεως. E. 212. οὐ δέμας] ἐν ἄλλοις μὲν ὁ ποιητὴς ὅταν ἐγκωμιάζειν γυναῖκα βούληται, εἶδος καὶ ἔργα ἐπαινεῖ. αὕτη δὲ ἄμφω ἀπὸ τῆς μορφῆς ἔλαβεν. P. Q. 213. θνητὰς ἀθανάτῃσιν] ἄκρως αὐτὸ συνέλαβεν ἐπὶ τῇ γνωμο- λογίᾳ. τὸ γὰρ καταβαίνειν εἰς ἔριν εὐμορφίας οὐκ εὐχερῶς τὴν θεάν. P. Q. 215. πότνα θεὰ] ἄριστον τὸ περὶ πρώτης ἀπολογήσασθαι τῆς περὶ τὴν Πηνελόπην φιλοστοργίας. οὐδὲν γὰρ οὕτως ἥπτετο τῆς Καλυ- ψοῦς ὡς ἡ παρευδοκίμησις. H. P. Q. ὥσπερ γὰρ τὸ πόντα ἀπὸ τοῦ πότνια κατὰ συγκοπὴν, καὶ τὸ πρέσβα ἀπὸ τοῦ πρέσβειρα, οὕτω καὶ τὸ αὐγούστα ἀπὸ τοῦ αὐγούστηρα. διὰ τοῦτο γὰρ καὶ ἐπὶ τῆς γενι- κῆς οὐ τρέπουσι τὸ α εἰς η, ἀλλὰ κλίνονται ἄτρεπτα. B. πότνα] σεβασμία, τιμία. V. 216. περίφρων Πηνελόπεια] διὰ τοῦ περίφρων δηλοῖ ὡς εἰ καὶ σώματι, ἀλλὰ φρονήσει οὐκ ἔστιν ἐλάττων αὐτῆς. P. Q. 217. εἶδος ἀκιδνοτέρη] ἐπιμελῶς τὸ ἀκιδνὸν ἐπὶ τοῦ κατὰ εἶδος τίθησιν. P. Q. οἱ μὲν γλωσσογράφοι, ἀσθενεστέρα, οἱ δὲ, εὐτελεστέρα. καὶ γὰρ ἐν ἄλλοις “οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώπο” (Od. σ, 130.) ,ἀντὶ τοῦ εὐτελέστερον. νῦν δὲ οἱ γλωσσογράφοι ἀπέδοσαν αὐτὸ ἀσθε- νεστέραν. M. V. Ἀρίσταρχος, εἰς ἄντα, αἱ κοινότεραι, εἰς σῶμα. H. P. 220. οἴκαδέ τʼ ἐλθέμεναι] ἐπʼ ἄλλα τρέπει τὸν πόθον. ἡ μὲν γὰρ ἔφη, ἱμειρόμενός περ ἰδέσθαι σὴν ἄλοχον, ὁ δὲ ὁμολογῶν τὴν ἐπιθυ- μίαν, οὐκ ἐπὶ τὴν Πηνελόπην πεποίηται τὴν ἀπόστασιν, ἀλλʼ ἐπὶ τὰ οἴκοι. H. P. Q. 222. ταλαπενθέα] ὑπομονητικὸν πένθους καὶ κακοπαθείας. B. E. Q. δαιμονίως σύλληψιν τῶν κινδύνων πεποίηται. P. 230. ἐνήλλαξε τὴν τάξιν ὅτι κοινότερον νῦν τὸν πέπλον φάρος εἴρηκεν. P. 231. περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ] ῥάχει ὅλῃ. ἰξὺς δὲ τὸ ἄνω, ὀσφὺς τὸ κάτω. ἰξὺς οἷον ἄξυστις οὖσα, ἣν οὐχ οἷόν τε ξύσαι καὶ κνήσασθαι τῇ χειρὶ, ἣν ἀλλαχοῦ λέγει ἄκνηστιν. καὶ ἑρμηνεύων τὴν λέξιν φησὶ, κατ᾿ ἄκνηστιν μέσα νῶτα. ῥάχις δὲ καλεῖται ἡ σύμπηξις τῶν τριά- κοντα τεσσάρων σπονδύλων, ὧν οἱ πρῶτοι ἑπτὰ συμπληροῦσι τὸν τρά- χηλον, οἱ δὲ τελευταῖοι δεκαπέντε τὴν ὀσφὺν, οἱ δὲ μέσοι δώδεκα ὄντες τὸν νῶτον, ὃν νῦν ἰξὺν ἐκάλεσεν ὁ ποιητής. B. E. Q. 232. καλύπτρην] τὸ κάλυμμα τῆς κεφαλῆς. E. Q. V. αἱ Ἀριστάρχου, ἐφύπερθε· αἱ εἰκαιότεραι, ἐπέθηκεν. H. 236. στειλειὸν] στειλειὸς ἡ λαβὴ τοῦ πελέκεως. V. ὀξυτονητέον τὸν στειλειόν. λείπει δὲ τὸ ἦν. ἢ ἀπὸ κοινοῦ τὸ ἔδωκεν. P. Q. Ἄλ- λως. στελεὰ ἡ τρύπη τοῦ πελέκεως, στειλεὸν δὲ τὸ ξύλον. B. E. P. Q. ἰκρίον δὲ τὸ περὶ τὴν πρύμναν κατάστρωμα, ὡς αὐτὸς ἑτέρωθι ἐξηγεῖται αὐτά. ἰκρίον δὲ ἀπὸ τοῦ ἱκνεῖσθαι εἰς τὸν ἀέρα. B. E. Q. 238. νήσου ἐπʼ ἐσχατιῆς] οὐχ ὅτι ἠγνόει τοσοῦτον χρόνον διατρί- βων ἐν τῇ νήσῳ, ἀλλʼ ὅτι διὰ τὸν ἔρωτα ἑτοίμως ὑπουργεῖ. ἑξῆς γοῦν μυρίας ἀφορμὰς εὑρίσκει τοῦ συνεῖναι καὶ ἐντυγχάνειν αὐτῷ. ἐξὸν γὰρ ἅμα πάντα δοῦναι, ἡ δὲ ἕκαστον πρὸς τὴν χρείαν κομίζει. Ἄλ- λως. τὸ πρὸς τοῖς ἐσχάτοις τῆς νήσου εἶναι τὰ ξηρὰ πιθανὸν, ὧν κατεφρόνει ἡ θεός. ἀμελούμενα οὖν τοιαῦτα ἦν. ἅμα δὲ καὶ ὑπὲρ τοῦ μὴ ἀχθοφόρον τὸν ἥρωα φαίνεσθαι μακρόθεν φέροντα τὰ ξύλα εἰς θάλασσαν. P. Q. 240. αὖα πάλαι] κατάξηρα καὶ ἐξαυλισμένα. E. Q. V. ἢ διʼ εὐ- φωνίαν ἔγκειται τὸ α. V. περίκηλα] Ἀρίσταρχος ὥσπερ ξηρὰ ἐκδεχόμενος, τὰ περικεκαυ- μένα ὑπὸ ἡλίου. Χρύσιππος δὲ διῄρει, περὶ κῆλα, περισσῶς ξηρά. P. Ἄλλως. διχῶς, περίκηλα καὶ περὶ κῆλα, περισσῶς κεκαυμένα ὑπὸ ἡλίου, οὐκέτι θάλλοντα οὐδὲ ὑγρά. E. P. Q. 244. εἴκοσι δʼ ἔκβαλε πάντα] παρέλκει τὸ πάντα, ὡς ἐν τῷ “τριχθὰ δὲ πάντα δέδασται” (Il. ο, 189.) . P. Q. ἐπιφέρει γὰρ “γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος” (ib. 193.) Q. 245. στάθμην] κανόνα, ὑπομεμιλτωμένον σχοινίον. P. Q. V. τεκτο- νικὴν σπάρτον. P. V. 246. τόφρα δʼ ἔνεικε τέρετρα] “τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψὼ δῖα θεάων” (258.) . Q. τέρετρα] τρυπάνους. P. πάντα τὰ τρῆσαι δυνάμενα. B. P. ἀπὸ τοῦ τορῶ τὸ τρυπῶ. B. πάντα τὰ διατρῆσαι δυνάμενα, γομφωτήρια καὶ τρύπανα. V. τὰ ὀρθὰ ξύλα, οἷον στήμονος τάξιν ἐπέχοντα. T. 247. 248. τέτρηνεν—ἁρμονιῇσιν ἄρασσεν] Ἀριστοφάνης τὸ αὐτὸ ᾤετο περιέχειν ἄμφω. διὸ τῷ μὲν σίγμα, τῷ δὲ ἀντίσιγμα ἐπιτίθησιν. B. P. Q. Vind. ὁ δὲ Ἀρίσταρχός φησι διὰ τοῦ πρώ- του τὸ μὲν τέλειον τῆς ἁρμογῆς μὴ εἶναι, ἀλλʼ, ὡς ἄν τις εἴποι, ἁρμόζοντα κατεσκεύασε, καὶ πρὸς ἄλληλα συγκαταγαγὼν ἐσκέψατο εἰ ἁομόζει ἀλλήλοις. τῷ δὲ ἑξῆς συνέκλεισε καὶ κατεγόμφωσε. διὰ γὰρ τοῦ ἄρασσε τὸ τέλος τῆς ἁρμογῆς παρέστησε. B. H. M. P. Q. T. 248. γόμφοισιν] οἷς ἁρμόζεται τὰ ξύλα πρὸς ἄλληλα. ἢ πασ- σάλοις, ἢ πλατέσιν ἐπιούροις, ἢ σφήναις. V. γόμφοισιν δʼ ἄρασσεν, ἀντὶ τοῦ κατεγόμφωσεν. ἁρμονιῇσιν ἄρασ- σεν ἀντὶ τοῦ συνήρμοσε καὶ συνέκλεισε. B. H. M. P. Q. T. ἄραρεν] ἥρμοσεν. γράφεται καὶ ἄρηρεν. V. ἁρμονιῇσιν] προπερισπωμένως. ἐστὶ γὰρ Ἰώνων ὁ καταβιβασμός. H. P. 249. ἔδαφος νηὸς] ἀλλαχοῦ γαστέρα λέγει τὴν τρόπιν τῆς νηός. E. τὸ κατώτατον κύτος τῆς νηὸς, ἣν νῦν καλοῦσι γάστραν. H. Q. T. V. τορνώσεται] περιγράψηται καὶ περιορίσηται, ὡς ἐπὶ τοῦ “τορνώ- σαντο δὲ σῆμα” (Il. ψ, 255.) . B. E. P. Q. T. 250. φορτίδος] φορταγωγοῦ, τῆς καὶ ὁλκάδος καλουμένης. P. V. 251. ποιήσατʼ Ὀδυσσεύς] ἔνιοι, τορνώσατʼ Ὀδυσσεύς. B. E. H. Q. 252. ἴκρια] τὰ ἐπιτεταμένα ξύλα ἀπὸ πρύμνης ἕως πρῴρας. E. τὰ σανιδώματα, παρὰ τὸ διʼ αὐτῶν ἱκνεῖσθαι καὶ διαβαίνειν τὸν κυβερνήτην. B. P. Q. T. ἴκριον ἐκάλεσε διὰ τὸ ἐπʼ αὐτοῦ ἱκνεῖσθαι καὶ διαβαίνειν τὸν κυβερνήτην. P. T. ad σταμίνεσσι δὲ τοῖς ἐπιμήκεσι ξύλοις καὶ στήμονος τάξιν ἐπέχου- σιν, ἃ παρατίθεται τοῖς ἰκρίοις ἐξ ἑκατέρων τῶν μερῶν πρὸς τὸ ἑστά- ναι· ἢ τοῖς ὀρθοῖς ξύλοις, οἷς τὰ πηδάλια πήσσεται. B. E. H. Q. V. 253. ἐπηγκενίδεσσι] ταῖς διατεταμέναις σανίσι, κατὰ μετάθε- σιν τοῦ ν, οἷον ἐπενδοκίδεσσι, ταῖς ἐπικειμέναις δοκοῖς. B. E. H. P. Q. τὸ δʼ ἐπηγκενίς οὕτω σχηματίζει ὁ Ἀπολλώνιος· ἐνέγκω, ἐπε- νεγκίς, καὶ ἐν ὑπερβιβασμῷ καὶ ἐκτάσει ἐπηνεγκίς καὶ ἐπηγκενίς. ἡ ἀπὸ πρῴρας ἕως πρύμνης ἐπενεχθεῖσα σανίς. Ἄλλως. ἐπηγκε- νίδες τὰ παρατεταμένα ξύλα καὶ οἷον ἀντὶ κρόκης. B. E. H. P. Q. T. Ἄλλως. ἐπηγκενίδεσσι. οὕτως Ἀρίσταρχος. Ῥιανὸς δὲ ἐπητανί- δεσσι· ἤγουν ταῖς μακραῖς καὶ ἐπεκτεταμέναις. P. 254. ἐπίκριον] τὸ κερατάριον. καὶ ἑξῆς γοῦν φησι “τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ” (318.) . B. E. P. Q. T. τὴν κεραίαν, τὸ πλάγιον ξύλον τοῦ ἱστοῦ, ᾧ προσδέδεται τὸ ἄρμενον. P. Q. V. Ἄλλως. ἴκριον, τὸ περὶ τὴν πρύμναν κατάστρωμα, ὡς αὐτὸ ἑτέ- ρωθι ἐξηγήσατο· “ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάντα εἰς ἄντλον κατέχυνθ᾿, ὁ δʼ ἄρα πρύμνῃ ἐνὶ νηῒ πλῆξε κυβερνήτεω κεφαλήν” (Od. μ, 410.) · εἶτα ἑξῆς “κάππεσʼ ἀπʼ ἰκριόφιν” καὶ ὃ πρύμναν ὠνόμασεν ὑποκατιών. P. T. 256. ῥίπεσσι] πλέγμασι ψιαθώδεσιν οὖσι πεπλεγμένοις. οἰσυί- νῃσι δὲ, τοῖς τῆς ἰτέας κλάδοις, ἢ ἀπὸ τοῦ οἰσυΐνου. ἔστι δὲ ἱμαν- τῶδες φυτόν. H. P. Q. ψιαθώδεσι πλέγμασι. ἱμαντῶδες δὲ φυτὸν ἡ οἰσυΐα, θρύῳ ὁμοία. γίνεται δὲ ἀπὸ τοῦ ῥίπτω. B. E. Q. T. 257. κύματος εἶλαρ] κώλυμα, ἀσφάλειαν καὶ φυλακήν. E. Q. V. ἐπεχεύατο ὕλην] ἔρεισμα τῆς σχεδίας. V. ξύλα, λίθους, ψάμ- μον, πρὸς τὸ μὴ εὐρίπιστον εἶναι τοῖς πνεύμασιν ἐλαφρὰν οὖσαν. B. E. P. Q. T. 260. ὑπέρας] τοὺς ἐκ τοῦ ἄκρου τῆς ὀθόνης ἐξημμένους κάλους. ἢ τὰς τροχιλίας. V. ὑπέρας τὰς τροχιλίας, ἢ σχοινία οἷς μετά- γεται τὸ κέρας. Ἄλλως. τὰ ἄνω εἰς ἄκρον ἑκατέρωθεν τοῦ κέρατος δύο σχοινία διʼ ὧν μετάγεται τὸ κέρας ὑπέρας καλεῖ. κάλους δὲ τὰ ἐν μέσῳ τοῦ κέρατος ἀνάγοντα καὶ κατάγοντα τὸ ἄρμενον. B. E. H. P. Q. T. πόδας δὲ, τὰ κάτω ἑκατέρωθεν δύο σχοινία πρὸς πρῷραν καὶ πρύμναν ἀναδεσμοῦντα τὸ ἄρμενον. B. E. Q. T. κάλους] οἷς ἀνίεται τὸ ἱστίον. Q. ὑπέρας, τὰ ὑπεράνω σχοινία. P. κάλωας, σχοινία διʼ ὧν ἀνάγεται καὶ κατάγεται ἡ κεραία. V. ὑπέρας] οἷς μετάγεται τὸ κέρας. P. πόδας] οἷς μετάγεται τὸ ἱστίον. P. Q. κάλους] οἷς συσπᾶται καὶ ἀνίεται τὸ ἱστίον. P. πέδας λέγει τοὺς σχοίνους τοὺς κάτωθεν συνέχοντας τὴν ὀθόνην, ἢ τοὺς μεταγωγοὺς τοῦ κέρατος. ἕτεροι δέ φασι σχοινία οἷς συνέχε- ται ἀπὸ πρῴρας καὶ πρύμνης ὁ ἱστός· ἢ τὰ ἑκατέρωθεν δεδεμένα τοῖς ἀρμένοις σχοινία. P. Q. V. 266. μέγαν] διὰ τὸ τριπλάσιον τοῦ οἴνου δεῖν εἶναι. P. T. 267. κωρύκῳ] οἱονεὶ χώρυκός τις ὢν παρὰ τὸ χωρεῖν, καὶ κώρυκος. σημαίνει δὲ τὸν θύλακον. B. E. κώρυκος κυρίως λέγεται ὁ θύλακος, οἱονεὶ (P. δηλαδὴ) ὁ ἀσκὸς, οἷον χώρυκός τις ὤν. καταχρηστικῶς δὲ λέγεται καὶ πᾶν εἶδος σακκίου. P. Q. 268. οὖρον] οὖρος ὁ ἄνεμος παρὰ τὸ ὀρούειν καὶ ὁρμῆς αἴτιον εἶναι. T. λιαρόν τε] ἢ χλιαρὸν, ἢ ὁμαλὸν, ἀπὸ τοῦ λεῖον τὸ ὁμαλόν. B. 272. Πληϊάδας τʼ ἐσορῶντι] ὅτι οὐδὲ τῶν κατὰ τὸν οὐρανὸν ἄστρων ἀπείρως Ὅμηρος εἶχε φανερόν ἐστιν ἐξ ὧν πεποίηκε “Πληϊά- δας θ᾿ Ὑάδας τε τό τε σθένος Ὠρίωνος” (Il. σ. 486.) ,καὶ τὴν Ἄρκτον τὴν ἀεὶ στρεφομένην περὶ ἀειφανῆ πόλον τὸν βόρειον καὶ διὰ τὸ μετέωρον μὴ ἁπτομένην τοῦ ὁρίζοντος, ὅτι ἐν ἴσῳ χρόνῳ ὅ τε σμικρότατος κύκλος, ἐν ᾧ ἐστιν ἡ Ἄρκτος, καὶ ὁ μέγιστος, ἐν ᾧ ὁ Ὠρίων, στρέφεται ἐν τῇ τοῦ κόσμου περιφορᾷ. καὶ τὸν βραδέως δυόμενον Βοώτην, ὅτι πολυχρόνιον ποιεῖται τὴν κατάδυσιν οὕτω πεπτω- κότα τῇ θέσει ὥστε ὀρθὸν καταφέρεσθαι καὶ συγκαταδύεσθαι τέτ- ταρσι ζῴοις τῶν πάντων εἰς ὅλην τὴν νύκτα μεριζομένων ἓξ ζωδίων. E. ἐσορῶντι] γρ. καὶ, εἰσορόωντα. διχῶς αἱ Ἀριστάρχου. H. Πληϊάδας] Πληϊάδες Πληϊόνης τῆς Ὠκεανοῦ καὶ Ἄτλαντος θυ- γατέρες. P. Ἄλλως. Πληϊάδας ἑπτὰ ἀστέρας συνεχεῖς κατʼ οὐρὰν τοῦ Ταύρου κειμένους, ὧν οἱ ἓξ μόνοι φαίνονται. E. P. V. καὶ ὀψὲ δύοντα Βοώτην] σημειοῦνταί τινες ὅτι ὁ αὐτὸς καὶ Ἀρκτοῦρος λέγεται. E. P. Q. T. Ἄλλως. ὀψὲ δύοντα] μετὰ πολὺν χρόνον τῶν συνανατειλάντων δύνοντα. κατὰ γὰρ τὸν Ἄρατον “τέτρασι γὰρ μοίραις ἄμυδις κα- τιόντα Βοώτην ὠκεανὸς δέχεται.” συγκαταφέρεται δὲ τέτρασι ζω- δίοις, σκορπίῳ, ἀφʼ οὗ ἄρχεται δύεσθαι, τοξότῃ, αἰγοκέρωτι, καὶ ὑδροχόῳ, ἐφʼ οὗ λήγει. E. H. P. Q. V. ὀψὲ δύοντα] τότε γὰρ μάλιστα τοῦ ἔργου ἀπολύονται οἱ βόες. B. V. ὀψὲ δὲ δύοντα τὸν Ὠρίωνα εἶπεν ὡς πρὸς τὰς Πλειάδας, μετὰ γὰρ τὸ δῦσαι ταύτας καιροῦ παραρρυέντος ἐπιδύεται καὶ οὗτος. B Βοώτην δὲ αὐτὸν ἐκάλεσε διὰ τὸ πλησίον φέρεσθαι τῶν Ἄρκτων τῶν ἐοικυιῶν βουσὶ φευγούσαις διὰ φόβον τὸν βουκόλον, ὡς αἱ αὐταὶ τὸν Ὠρίωνα φεύγειν δοκοῦσι διὰ τὴν ἀπόστασιν. B. Βοώτην ἀστέρα λέγει, οὗ φαινομένου περὶ τὴν ἑσπέραν οἱ ἐλευθεροῦνται τῆς ζεύγλης καὶ πρὸς μονὰς ἀπολύονται. P. Q. ὁ Βοώτης καὶ Ἀρκτοφύλαξ καλεῖται. καὶ δοκεῖ εἶναι ὁ Ἰκάριος. Βοώτης δὲ λέγεται ὅτι κατὰ τὴν ἐπιτολὴν αὐτοῦ βοηλατοῦσι καὶ ἀροτριῶσιν. ἢ ἐπεὶ ὁ Ἰκάριος ἐπὶ ἀμαξῶν παρεκόμιζε τὸν οἶνον. E. H. P. Q. V. ὁ ἀρκτικὸς κύκλος περιέχει τὰς Ἄρκτους καὶ τὸν Δράκοντα, περὶ ὧν φέρεται ἡ ἱστορία ἥδε. τὸν Δία ἐν Κρήτῃ τεχθέντα δύο νύμφαι ἐκεῖσε ἀνέτρεφον, καὶ ἡ μὲν Ἑλίκη ὠνομάζετο, ἡ δὲ Κυνόσουρα. Κρόνου δέ ποτε ἐπελθόντος ὁ Ζεὺς τὸν ἑαυτοῦ πατέρα παραλογισάμε- νος τὰς νύμφας μετέβαλεν εἰς ἄρκτους, αὐτὸς δὲ εἰς δράκοντα μετε- βλήθη. εἶτα τῆς βασιλείας ἀντιλαβόμενος τῇ ἄρκτῳ ἀνεστήριξε φημὶ τὰς νύμφας καὶ ἑαυτόν. ἄξων δὲ λέγεται ἐπεὶ περὶ αὐτὸν ἄγεται ὁ οὐρανός. Q. 273. Ἄρκτον θ᾿, ἣν καὶ ἅμαξαν] ἅμαξα καλεῖται ἡ Ἄρκτος ἐπεὶ ἐκ τεσσάρων ἀστέρων σύγκειται τρόπον ἐχόντων πλινθίου, καὶ ἄλλων τριῶν δίκην ἐχόντων ῥυμοῦ. E. P. Q. ἐξ ἀμφοτέρων δὲ ὥσπερ ἐκ τρο- χῶν καὶ ῥυμοῦ ἁμάξης σχῆμα ἀποτελεῖται. E. P. Q. T. ὅτι καὶ ἐν Ἰλιάδι (α, 487.) τὰ αὐτὰ περὶ τῆς Ἄρκτου καὶ τῶν ἄλλων ἀστέρων φησίν. P. 275. οἴη δʼ ἄμμορός ἐστι] μόνη δὲ, φησὶν, ἡ ἅμαξα τῶν λοιπῶν ἀστέρων ἐστὶν ἄμοιρος τῶν λοετρῶν τοῦ ὠκεανοῦ. λοετρῶν λέγει τού- των, ἐπειδὴ γὰρ, ὡς οἶμαι, ὁ περὶ τὸν ὠκεανὸν τόπος οὐκ ἀναδίδωσιν ἀτμοὺς παχεῖς, ὡς ἐπισκοτίζεσθαι τοὺς ἐπανατέλλοντας φωστῆρας ἐκεῖσε τούτοις, ἀλλὰ μένειν αὐτοὺς εἰλικρινεῖς καὶ φαιδροὺς, λέγει πως τούτους λούεσθαι καὶ καθαίρεσθαι ἐν τοῖς τοῦ ὠκεανοῦ λουτροῖς, τῇ τούτου καθαρότητι. ταύτην οὖν μοι λέγειν δοκεῖ ἔννοιαν λουτροῦ. P. Q. λοετρῶν] τοῦ λουτροῦ. H. 277. πρὸς τὸ περὶ τῆς πλάνης, ὅτι ὡς ἀπὸ τῶν περὶ τὸ Ἀτλαν- τικὸν πέλαγος φέρεται ἐπʼ ἀνατολάς. H. νοητέον ὅτι εἰκὸς ἦς τότε πλημμυρῆσαι τὸν ὠκεανόν. H. χειρὸς] γρ. νηός. H. M. 280. ὅθι τʼ ἄγχιστον] τὸ ὅθι χρονικῶς οἱ Ἀριστάρχου, ἀντὶ τοῦ ὅτι, ἵνʼ ᾖ, ὅτι ἐγγὺς γέγονεν. Ἄλλως. ὅθι τʼ ἄγχιστον ἀντὶ ὅτι, ὡς “τότε με σχεδίης ἀποβῆναι ἀνώγει” (357.) . ἄγχιστον δέ φησι καθὸ τούτους ὑφίσταται τῆς γῆς ἐσχάτους οἰκοῦντας. καὶ ἡ Ναυσικάα φησὶν “οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ ἔσχα- τοι” (ζ. 204.) . P. Q. 281. εἴσατο δʼ ὡς ὅτε ῥινὸν] εἰ μὲν ῥινόν ἀναγνωστέον, ἔσται, ἐφάνη ὡς ἀσπὶς, ὅ ἐστι βύρσα· εἰ δὲ ἐρινόν, ἔσται συκέα. οἱ δὲ λέγουσιν Ἰλλυριοὺς ῥινόν λέγειν τὴν ἀχλύν. ἐφάνη οὖν ὡς ἀχλὺς ἡ γῆ. V. ῥινὸν λέγει τὴν ἀχλύν. P. ἐφάνη ὡς ἀχλὺς ἡ γῆ. P. Q. εἴσατο δʼ ὡς ὅτε ῥινὸν] ἀντὶ τοῦ βύρσαν, ὡς καὶ ἐν Ἰλιάδι (κ, 155.) “ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο· αὐτὰρ ἐπὶ κράτεσφι τάπης τετάνυστο φαεινός.” ἢ ἐρινὸν τὴν ἐρινεὸν εἴρηκεν. Ἄλλως. ὡσανεὶ δέρμα βοὸς ἐφηπλωμένον τοῖς ὕδασιν οὕτως εἶδε τὰ ὄρη. τινὲς δὲ κακῶς ῥινόν φασιν ἀντὶ τοῦ τὴν ἀσπίδα. οἱ δὲ ἐρινὸν τὸν καρπὸν τῆς ἀγρίας συκῆς. ὁ μέντοι Ἀρίσταρχος ἐρινὸν αὐτὴν τὴν συκῆν κατὰ μεταβολὴν γένους, ὡς ὁ δίφρος τὸ δίφρον. ἔνιοι δὲ ῥινὸν κατὰ Οἰνωτροὺς τὸ νέφος. οὐ μέντοι Ἡρωδιανὸς Ἀριστάρχῳ συγκατατί- θεται. Ἄλλως. ἐρινὸν οὐδετέρως ὁ καρπὸς, τὸ δὲ ἀρσενικῶς μένον ἐρινὸς τὸ δένδρον σημαίνει, ὥσπερ ἡ κέδρος θηλυκῶς τὸ φυτὸν τὸ δὲ κέδρον οὐδετέρως τὸν καρπόν. Ἀρίσταρχος δὲ ἐρινὸν αὐτὴν τὴν συκῆν κατὰ μεταβολὴν γένους. τὸν γὰρ καρπὸν μὴ νοεῖσθαι, ἐπεὶ βραχύς ἐστι πάνυ. P. Q. T. ὥστε ῥινὸν] ἵνʼ ᾖ, ὡς δέρμα ὑπέλαβε τὰ ὄρη τῶν Φαιάκων. Ἀρί- σταρχος ἀποδίδωσι σύκινον δένδρον. καὶ ἔστι μεταβολὴ γένους, ὡς δίφρος δίφρον, κύκλος κύκλον, ἐρινός ἐρινόν. E. πολλάκις ἀπὸ διαφόρων πτώσεων συνέμπτωσις γινομένη πλανᾷ τοὺς πολλοὺς, ὡς ἑνὸς ὄντος τοῦ σημαινομένου, ὥσπερ ἔχει τὸ εἴ- σατο. σημαίνει γὰρ καὶ τὸ ὑπέλαβε καὶ τὸ ἐπορεύθη καὶ τὸ ἴσος καὶ ὅμοιος ἐγίνετο. ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ εἴδω, τὸ δὲ ἐπορεύθη ἀπὸ τοῦ ἴω τὸ πορεύομαι, τὸ δὲ ὡμοιώθη ἀπὸ τοῦ ἐΐσκω. τὸ μὲν οὖν ὑπέλαβεν “εἴσατο δʼ ὡς ὅτε ῥινόν,” ἀντὶ τοῦ ὡς δέρμα ὑπέλαβε τὰ ὄρη τῶν Φαιάκων. καὶ “εἴσομαι αἴ κε τύχωμι” (Od. χ, 7.) ,ἀντὶ τοῦ νοήσω, ὑπολάβω, ἀπὸ τοῦ εἴδω. εἴσατο ἀντὶ τοῦ ὡμοιώθη, ἀπὸ τοῦ ἐίσκω, ὡς τὸ “εἴσατο φθογγήν” (Il. β, 791.) ,καὶ τὸ “εἰσά- μενος Κάλχαντι δέμας” (Il. ν, 45.) εἴσατο ἀντὶ τοῦ ἐπορεύθη ἀπὸ τοῦ ἴω, ὡς τὸ “εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά” (Il. μ, 119.) E. P. Q. T. καὶ τὸ “οἵη τʼ Ἄρτεμις εἶσι κατʼ οὔρεος ἰοχέαιρα” (Od. ζ, 102.) . E. Q. 282. τὸν δʼ ἐξ Αἰθιόπων] ἀπὸ τῶν πρὸς ἀνατολὰς Αἰθιόπων ἀνιὼν τὸν ἀπὸ δυσμῶν ἀντίον προσιόντα ὁρᾷ Ὀδυσσέα. P. Q. Ἄλλως. ποίων; τῶν ἀνατολικῶν. ἐκεῖθεν γὰρ τὸν ἀπὸ δυσμῶν ἐρχόμενον εὐχερῶς ὁρᾷ. P. Q. T. ἐξ Αἰθιόπων ἀνιὼν καὶ γενόμενος ἐν Σολύμοις. P. T. 283. ἐκ Σολύμων] τῆς Κιλικίας εἰσί. ὅθεν καὶ οἱ Σόλυμοι ὠνο- μάσθησαν ἀπὸ Σολύμου τοῦ Διὸς καὶ Καλχηδονίας, ὡς Ἀντίμαχος δηλοῖ. P. T. Σόλυμα ὄρη τῆς Πισιδίας. T. V. 285. κινήσας δὲ] ὅτι μὴ ἀντιμηχανώμενον τῇ αὐτοῦ βουλήσει ἑώρα τὸν Ὀδυσσέα. P. κάρην] κεφαλήν. V. 286. μετεβούλευσαν θεοὶ ἄλλως] εἰς τὸ νοστῆσαι δηλονότι, ἐπεὶ συνέθεντό μοι τοῦτον ἐκτοπίσαι. B. μετεμελήθησαν, μετέγνωσαν. πρώην γὰρ οἱ θεοὶ ἠμέλουν αὐτοῦ. P. Q. 289. πεῖραρ] τὸ πέρας ἢ τὸ τέλος· ἢ τὸ λιπαρὸν καὶ ἀκμάζον. E. P. V. 290. φημὶ ἅδην ἐλάαν κακότητος] δασέως τὸ ἅδην ἀντὶ τοῦ λίαν ἀθρόως. τὸ δὲ ἐλάαν κακότητος δηλοῖ τὸ κόρον σχεῖν τῆς κακίας. ὁ δὲ νοῦς, οἶμαι αὐτὸν ἐμφορηθήσεσθαι δυστυχίας ἑτέρας. B. P. Q. 292. τρίαιναν ἑλὼν] εὐτρεπίσας πρὸς τὸ κινῆσαι. φόρημα γὰρ αὐτῷ ἐστιν ἀχώριστον ἡ τρίαινα. H. P. Q. V. 293. σὺν δὲ νεφέεσσι] εἰκαίως. οὐ νεφεληγερέτης ἐστὶν ὁ Πο- σειδῶν. ἀλλʼ οὖν γε πρὸς ἀνθρώπους πάντως οἱ θεοὶ πάντων ἐξουσίαν ἔχουσιν. ὁ δὲ Ὀδυσσεὺς ἐν τοῖς ἑξῆς κατὰ τὴν τῶν πολλῶν δόξαν εἰς Δία ἀναφέρει τὴν αἰτίαν. Q. 294. ὀρώρει δʼ οὐρανόθεν νὺξ] σκότος ἐγένετο ὡς νύξ· οὐκ εἶπε δὲ ὀρώρει Ὀλυμπόθεν. H. T. τοῦτό ἐστιν ἐπιφώνημα. ἴδιον δὲ τοῦ ἐπι- φωνήματος τὸ ἔχεσθαι μὲν τῶν ἀνωτέρω προσεχῶς ῥηθέντων κατά τι, ἀφίστασθαι δὲ τούτων τῷ κατά τι καὶ δοκεῖν ἀλλότριον εἶναι, ὡς καὶ ἐνταῦθα. σκότος μὲν γὰρ ἐγένετο ἀπὸ τῆς συναγωγῆς νεφελῶν καὶ τοῦ ταραγμοῦ τοῦ πόντου καὶ τῶν ἀελλῶν, οὐ μὴν καθόλου· ἡ δὲ σκότος ἐστὶ καθόλου. καὶ ἔχεται μὲν ἡ νὺξ τοῦ μερικοῦ σκότους, ἐπεὶ καὶ αὐτὴ σκότος· ἀφίσταται δὲ τούτου, εἰ οὖν οὐ συγκρίνεται πρὸς τοῦτο οὐ σκότος οὖσα καθόλου. αὕτη ἡ φύσις τοῦ ἐπιφωνήμα- τος. B. οὐχὶ ἐν τῷ καθόλου, ἀλλὰ τότε γενόμενος. H. P. Q. T. τὸ δʼ αἰ- θρηγενέτης, Ῥιανὸς καὶ Ἀριστοφάνης αἰθρηγενεής λέγουσιν. H. P. Q. 295. σὺν δʼ εὖρός τε νότος τε] τὴν τάξιν αὐτῶν ὁ ποιητὴς ὡς ἔχει διέθηκε. τούτων γὰρ ὁ μὲν ἀπὸ ἀνατολῆς ὁρμᾶται, ὁ δὲ ἀπὸ με- σημβρίας, ὁ δὲ ζέφυρος ἀπὸ δύσεως, ὁ δὲ ἀπὸ ἄρκτου. καὶ ὁ μὲν ἀπηλιώτης ὑγρὸς ὢν μεταβάλλει εἰς νότον [ὑγρὸς ὢν] θερμὸν ὄντα, δὲ νότος λεπτυνόμενος εἰς ζέφυρον, ὁ δὲ ζέφυρος ἔτι μᾶλλον λεπτυνό- μενος εἰς βορέαν ἀποκαθαίρεται. διὸ “ἐπὶ κραιπνὸν βορέην, τὰ δὲ κύματα ἄξε” (385.) . κατὰ τὴν ἀντίθεσιν δὲ αὐτῶν φυσικῶς ἐξηγή- σατο “ἄλλοτέ μέν τε νότος ἐπέεικε φέρεσθαι, ἄλλοτε δʼ εὖρος ζε- φύρῳ εἴξασκε διώκειν” (331.) ἠπίστατο δὲ ὁ ποιητὴς ὅτι ὁ βόρειος πόλος ὑπὲρ γῆν ἐστι μετέωρος, ὡς πρὸς ἡμᾶς τοὺς ἐν τῷ κλίματι τούτῳ κατοικοῦντας, ὁ δὲ νότος ἐκ τοῦ ἐναντίου βαθύς. ὅθεν ἐπὶ μὲν τοῦ βορείου φησὶ “καὶ βορέης αἰθρηγενέτης μέγα πῆμα κυλίνδων,” τὴν ἄνωθεν ἐμπίπτουσαν φορὰν τοῦ ἀνέμου σημαίνων, τὸ δὲ ὠθεῖ τὴν ἀπὸ τοῦ κοιλοτέρου πρὸς τὸ ἄναντες βίαν. E. ζέφυρός τε δυσαὴς] ζέφυρος ὁ ἀπὸ δυσμῶν πνέων. ἀλλαχοῦ φησι “ζεφύροιο λιγὺ πνείοντας ἀήτας” (Od. δ, 567.) . δυσαὴς δὲ ἤτοι δύσπνους, ἢ ἀπὸ δυσμῶν πνέων· ἢ διπλοῦς κατὰ τὸ πνεῖν. καὶ γὰρ ἀναψύχει τοὺς ἀνθρώπους. P. Q. 296. καὶ βορέης αἰθρηγενέτης] αἰθρίαν καὶ εὐδίαν ποιῶν, ἢ αἶθρον ποιῶν, τουτέστι πάγον. P. Q. V. 299. δειλὸς] δυστυχὴς, κατὰ συγκοπὴν τοῦ δείλαιος. E. τί νύ μοι] τί μεῖζον ἔσται τούτων, οἷον ἐπὶ τί προκόψει τὰ κακά τίνα μοι τούτων δύναται γενέσθαι μείζονα κακά; τινὲς δὲ διὰ τοῦ χ μήχιστα, ἵνʼ ᾖ, τίς μοι γένηται μηχανή; οἱ δὲ τὸ τί νυ πῶς ἀντὶ τοῦ, πῶς μοι τούτων δύναται μείζω γενέσθαι; ὡς κἀκεῖ “τί νύ βίο- μαι” (Il. χ, 431.) . P. Q. τινὲς μήχιστα, ἵνʼ ᾖ ἀνύσματα. H. 302. ἀναπλήσειν] γράφεται ἀναπλῆσαι. T. V. 304. Ζεὺς, ἐτάραξε δὲ πόντον] κατὰ τὴν κοινὴν δόξαν εἰς Δία ἀναφέρει τὴν αἰτίαν τοῦ χειμῶνος. P. Q. T. ἐπισπέρχουσι] ἐπισπεύδουσιν, ἐπείγονται. B. 305. σῶς] τέλειος, ἀναμφίβολος. B. Q. ὁλόκληρος, οὐκέτι ὁρῶν ἐλπίδα σωτηρίας. E. 310. περὶ Πηλείωνι] ὅτι ὑπερεμάχησαν τοῦ σώματος Ἀχιλλέως Ὀδυσσεὺς καὶ Αἴας. καὶ ὁ μὲν ἐβάστασεν, ὁ δʼ Αἴας ὑπερήσπισεν, ὡς καὶ ἐπὶ Πατρόκλῳ. B. P. Q. διὰ τί Ἀχιλλέως ἀποθανόντος μάλιστα τοῦ νεκροῦ προὔστησαν Ὀδυσσεὺς καὶ Αἴας; φαίνονται οὗτοι φίλτατοι γεγονότες Ἀχιλλεῖ. διὰ τοῦτο ὑβρίζων Ἀγαμέμνων τὸν Ἀχιλλέα καὶ τούτους ὑβρίζει λέγων “ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆος” (Il. α, 138.) . καὶ εἰς τὴν Χρύσην ἐκ τούτων μάλιστα ἡγεμόνα προαιρεῖται ἐκπέμπειν, εἷς δέ τις ἀνὴρ βουληφόρος ἔστω, “ἢ Αἴας, ἢ Ἰδομενεὺς, ἢ δῖος Ὀδυσσεὺς, ἠὲ σὺ Πηλείδη” (ib. 144.) . καὶ εἰς τὴν πρεσβείαν τού- τους ἀποστέλλει, ὅτε Αἴας φησὶν Ἀχιλλεῖ “μέμαμεν δέ τοι ἔξο- χον ἄλλων κύδιστοί τʼ ἔμεναι καὶ φίλτατοι” (ι, 637. s. 641.) . E. ἴσως διὰ τὴν Θέτιν Ἀχιλλέως μέμνηται. P. V. 311. τῷ κ᾿ ἔλαχον κτερέων] οὕτως ἂν ἠξιώθην ἐνταφίων. E. 312. λευγαλέῳ θανάτῳ] ὅτι λευγαλέον θάνατον οἱ γλωσσογράφοι ἀποδεδώκασι τὸν ἐν ὑγρῷ, ἔκ τε τούτων καὶ ἐκ τῶν ὑπʼ Ἀχιλλέως ἐν τῇ πρὸς τὸν ποταμὸν μάχῃ λεγομένων. ἄμεινον δὲ ὀλέθριον, παρὰ τὸν λοιγόν. Q. ἀδόξῳ, ἢ ἀδυνάτῳ, ἢ τῷ διʼ ὕδατος. V. ἁλῶναι] Ἰξίων. ἀλέσθαι. H. 313. μέγα κῦμα κατʼ ἄκρης] ὡς φαμὲν κατάκρας πόλιν ἑλεῖν. B. P. Q. Ἄλλως. κατὰ παράλειψιν τῆς κεφαλῆς, ὡς τὸ “νῦν ὤλετο πᾶσα κατʼ ἄκρης” (Il. ν, 772.) . ἑκατέροις δὲ δύναται προσδίδοσθαι. P. Q. κατὰ παράλειψιν τοῦ, κεφαλῆς· ἢ ἀντὶ τοῦ ὅλως συνέστρεψεν· ἢ νηός. E. κατὰ κεφαλῆς. ἢ ἀντὶ τοῦ ὅλον. καὶ γὰρ κατʼ ἄκρας πόλιν ἑλεῖν φαμέν. V. κατάκρης] κατὰ κεφαλήν. P. 314. ἐπεσσύμενον] Ἀρίσταρχος ἐπισσύμενον διὰ τοῦ ι. H. P. 315. αὐτὸς πέσε] Ῥιανὸς, αὐτὸν βάλε. τὸ κῦμα δηλονότι· ὃ καὶ ἄμεινον. ἀντιστρόφως δὲ ἡρμήνευσεν. οὐ γὰρ πρότερον ἔπεσεν, εἶτα ἀφῆκε τὸ πηδάλιον. B. H. P. Q. 317. δεινὴ μισγομένων] τινὲς οὕτως, σὺν τῇ δίνῃ τῶν ὑδάτων ἐλ- θοῦσα ἡ τῆς συμμίξεως τῶν ἀνέμων θύελλα. B. P. Q. T. δεινὴ] γράφεται, δίνη. B. H. 318. σπεῖρον τὸ ἱστίον, ἐπίκριον δὲ τὸ κερατάριον. B. P. T. 319. ὑπόβρυχα] εἴτε ἐπίρρημα εἴτε ἀπὸ τοῦ βρύξ προπαροξυνθή- σεται. τὸ δʼ ἐδυνάσθη ἀπὸ τοῦ δυνάζω, ὡς πελάζω. B. E. P. Q. ὑπόβρυχα] ὑποβρύχιον. βούλεται δὲ λέγειν τὸν καταδεδυκότα εἰς τὸ ὕδωρ. B. E. P. Q. V. 324. ἀλλʼ οὐδʼ ὣς σχεδίης] μεγάλη τῆς συνέσεως ὑπερβολὴ τὸ ἐν τοιούτῳ καιρῷ μνημονεῦσαι καὶ τῶν δεινῶν κρείσσω γενέσθαι καὶ ἐπὶ τὴν μόνην ἐλπίδα τῆς σωτηρίας καταφυγεῖν. P. Q. 328. ὡς δʼ ὅτʼ ὀπωρινὸς βορέης] ὥσπερ ὁ βορέας φέρει τὰς ἀκάν- θας, φέρονται δὲ συνεχόμεναι ἀλλήλαις, οὕτω καὶ τὴν σχεδίαν ἔφε- ρεν ὁ ἄνεμος συγκεκολλημένην. B. P. σφοδρότατοι δὲ οἱ ἐτήσιοι. ἡ δὲ ἄκανθα ὑπεξηραμμένη ὑπὸ τοῦ θέρους ἐλαφροτάτη γίνεται. B. P. ὅτι ἅμα, ἔτι δὲ καὶ πρὸς τὸ εὔκολον τῆς κινήσεως ἡ εἰκών. H. P. ὀπώρα τὸ θέρος, ἐν ᾧ πεπαίνονται αἱ ὀπῶραι, καὶ ὀπωρινὸς βορέας ὁ θερινός. B. ὀπωρινὸς ὁ ἐν τῷ καιρῷ τῆς ὀπώρας, ὅ ἐστιν ἐν τῷ θέρει, πνέων. V. 329. 330. καὶ τὸ ἀμπεδίον καὶ τὸ ἀμπέλαγος διὰ τοῦ μ γραπτέον. P. 333. Κάδμου θυγάτηρ] διὰ τί αὕτη μόνη οἰκτείρει τὸν Ὀδυσσέα; λύεται δὲ ἐκ τῆς λέξεως. φησὶ γὰρ αὐτὴν ἄνθρωπον εἶναι πρότε- ρον. ὡς ὁμοιοπαθὴς οὖν ἄνθρωπος εἰκότως οἰκτείρει τὸν Ὀδυσσέα. οὐκ ἐναντιοῦται οὖν Ποσειδῶνι. κἀκεῖνος γὰρ οἶδεν ὅτι δεῖ σωθῆναι αὐτόν. Q. ἐλεεῖ αὐτὸν ὡς ἄνθρωπος γενομένη Ἰνώ. ἢ ὅτι ἦν φιλο- γύνης ὁ Ὀδυσσεὺς, ἡ δὲ διὰ τὸν Ἀθάμαντα ἐδυστύχησεν. V. Λευκοθέη] Λευκοθέα ἐκλήθη ἡ Ἰνὼ ἀπὸ τοῦ θεῦσαι, ὅ ἐστι δραμεῖν, διὰ τοῦ Λευκοῦ λεγομένου πεδίου τῆς Μεγαρίδος. E. V. τὴν αἰτίαν τῆς διωνυμίας ἀπέδωκεν, Ἰνὼ μὲν ὅτε ἄνθρωπος ἦν, ὅτε δὲ ἀπεθεώθη, Λευκοθέα. B. E. P. Q. T. τὰ δὲ περὶ τὴν Λευκοθέαν οὕτως ἔχει. Ἀθάμαντι συνῴκει ἡ Ἰνὼ, καὶ παῖδες αὐτῇ γίνονται Λέαρχος καὶ Μελικέρτης. μανεὶς δὲ Ἀθά- μας διὰ τὴν μῆνιν Ἥρας, ὅτι ἔθρεψε τὸν Διόνυσον ἡ Ἰνὼ, τὸν μὲν Λέαρ- χον ἀναιρεῖ, ἔμελλε δὲ καὶ τὸν ἕτερον. ἀναλαβοῦσα δὲ αὐτὸν ἡ Ἰνὼ φεύγει καὶ ἑαυτὴν εἰς τὴν θάλασσαν ῥίπτει. διὰ δὲ τὴν Διονύσου τροφὴν σὺν τῷ παιδὶ ἰσοθέου τιμῆς ἔλαχε, καὶ τὰ ὀνόματα μετέβα- λεν ἡ μὲν Λευκοθέα κληθεῖσα διὰ τὸ φυγὴν πεποιῆσθαι διὰ τοῦ Λευκοῦ πεδίου τῆς Μεγαρίδος, ὁ δὲ Παλαίμων διὰ τὸ συλλαμβά- νεσθαι τοῖς παλαίουσι κατὰ θάλασσαν. B. P. Q. T. βροτὸς αὐδήεσσα] ἤτοι διαβόητος διὰ τὰ συμβάντα, ἢ ἐπεὶ οἱ ἄνθρωποι φωνήεντες πρὸς τὰ ἄλλα ζῷα. οὐδήεσσα ἡ ἐπίγειός ποτε. V. ὁ μὲν Ἀριστοφάνης τὰς ἀνθρωποειδεῖς θεὰς αὐδηέσσας φησὶν οἱονεὶ φωνὴν μετειληφυίας, ὁ δὲ Ἀριστοτέλης οὐδήεσσαν λέγει οἱονεὶ ἐπίγειον. οὕτως καὶ Χαμαιλέων. H. P. Q. φωνῇ ἀνθρωπίνῃ χρωμένη, ἀλλʼ οὐχὶ θείᾳ. διὰ σημείων γὰρ καὶ οἰωνῶν καὶ ἱερείων καὶ θυσιῶν καὶ διʼ ὀνείρων, οὐκ αὐδῆς, φθέγγονται οἱ θεοί. καὶ ἐφετμαὶ αὗται. “οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων” (Od. δ, 353.) ,τῶν θεοπροπιῶν λέγει. E. ζητεῖ Ἀριστοτέλης, διὰ τί τὴν Καλυψὼ καὶ τὴν Κίρκην καὶ τὴν Ἰνὼ αὐδηέσσας λέγει μόνας. πᾶσαι γὰρ καὶ αἱ ἄλλαι φωνὴν εἶχον- καὶ λῦσαι μὲν οὐ βεβούληται, μεταγράφει δὲ ποτὲ μὲν εἰς τὸ αὐλή- εσσα, ἐξ οὗ δηλοῦσθαί φησιν ὅτι μονώδεις ἦσαν· ἐπὶ δὲ τῆς Ἰνοῦς οὐδήεσσα. τοῦτο γὰρ πάσαις ὑπῆρχεν αὐταῖς καὶ μόναις. πᾶσαι γὰρ αὗται ἐπὶ γῆς ἄκουν. μήποτε δὲ τὸ αὐδήεσσα οὐ τὸ φωνῇ μόνῃ χρῆσθαι δηλοῖ, ὡς το “αὐδήεντα δʼ ἔθηκε” (Il. τ, 407.) ,σημαίνει δὲ καὶ τὸν ἔνδοξον καὶ ἐπίφημον. καὶ ἑκάστη δὲ τούτων ἔνδοξος, ὥσπερ ἡ Ἰνώ. ὅτε γὰρ ἐν ἀνθρώποις ἦν, ἔνδοξος καὶ ἐπίφημος ἐν πᾶσιν ἐτύγχανεν. E. P. Q. T. 335. ἐξέμμορε] δύναται πρὸς ἀμφοτέρας χωρεῖν ἡ λέξις. H. 336. ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησε] δαιμονίως τῷ ἐπεισοδίῳ. ἅμα γὰρ ἀρχαίαν ἱστορίαν ἐνδέδεικται ἔξω τῆς ὑποθέσεως, καὶ τόπῳ ἁρμόζον πρόσωπον παρέλαβεν. ἔθος τε Ὁμήρῳ ἐν τοῖς ἐσχάτοις κινδύνοις θεῶν βοήθειαν εἰσάγειν. H. Q. 337. αἰθυίῃ δʼ εἰκυῖα ποτῇ ἀνεδύσατο λίμνης] οὐκ ἐφέρετο ἐν τοῖς πλείοσι. Ἀρίσταρχος δὲ περὶ μὲν τῆς ἀθετήσεως διστάζει, γράφει δὲ διὰ τοῦ ὑπεδύσατο. ἐν δέ τισιν ἀνεδύσατο. ἔοικε δὲ ὁ στίχος ἐκ τῶν ὕστερον (352.) εἰρημένων ὑπό τινος παρεμβεβλῆσθαι “αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσατο κυμαίνοντα αἰθυίῃ εἰκυῖα.” H. P. Q. τινὲς εἰς τὸ εἰκυῖα στίζουσιν, ἵνʼ ᾖ, πετομένη ἀνῆλθεν ἐκ τῆς λίμνης. P. T. Ἄλλως. οὐ τῷ σώματι, ἀλλὰ τῷ τάχει τῇ αἰθυίᾳ εἰκυῖα, οὐ μεταβαλοῦσα τὸ σῶμα πρὸς τὸ ὄρνεον, ἀλλὰ πρὸς τὴν ἀνάδυσιν ἡ εἰκών. P. Q. T. οὐ μεταμεμόρφωται ἄρα εἰς αἴθυιαν, ἀλλὰ δίκην αἰθυίας ἀνῆλθεν. οὐ γὰρ ἂν διελέγετο τῷ Ὀδυσσεῖ οὐδὲ ἐδίδου αὐτῷ τὸ κρήδεμνον. B. P. Q. T. πρὸς τὸν ἀναδυσμόν ἐστιν ἡ εἰκὼν καὶ τὸ παράδειγμα, οὐ κατὰ σῶμα. οὕτω καὶ ὁ Ἑρμῆς “σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς (51.) . οὕτω καὶ ἐπὶ Ἥρας καὶ Ἀθηνᾶς. “αἱ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι” (Il. ε, 778.) ,οὐ περιστεραὶ γενόμεναι, ἀλλʼ ὁμοῖαι τοῖς ἴθμασι τῶν περιστερῶν εἰς τὸ στρατόπεδον ἔρχονται. ἴθματα δὲ οὐκ ἔστιν ἴχνια, ἀλλʼ ὁρμήματα καὶ πτήσεις ἀπὸ τοῦ ἰέναι καὶ ἀπὸ τοῦ ἴθι ἰθμός· καὶ γὰρ καὶ τὴν εἴσοδον εἰσιθμὴν (ζ, 264.) καλεῖ. τὸ δὲ ποτὴν, ἵνʼ ᾖ κατὰ τὴν πτῆσιν καὶ τὴν ὁρμήν. ἀπαλλασσομένη μέντοι εἴκασται τῇ αἰθυίᾳ, ὡς καὶ Ἀθηνᾶ, “ὄρνις δʼ ὡς ἀνόπαια διέπτατο,” καὶ “φήνῃ εἰδομένη.” αἴ- θυια δὲ εἶδος ὀρνέου θαλασσίου. E. αἰθυίῃ δʼ εἰκυῖα ποτὴν ἀνεδύσατο λίμνης] σὺν τῷ ν γραπτέον, ἵνʼ ᾖ πτῆσιν καὶ τὴν ὁρμήν. ἀπαλλασσομένη δὲ ——θαλασσίου. V. ποτὴν ἢ ποτῇ, τὴν πτῆσιν, τῇ πτήσει. V. γράφεται καὶ ποτὴν, πτῆσιν. ἄμεινον δὲ χωρὶς τοῦ ν ἐν δοτικῇ. H. P. Q. δύναται δὲ καὶ τοῦτο ὑπὸ τὴν συγκοπὴν εἶναι καὶ ἀπὸ τοῦ πετῶ γεγενῆσθαι ὡς νέμω νομή, στρέφω στροφή, σκέπω σκοπή· P. Q. ἀνεδύσατο λίμνης] πῶς τὸ τεταραγμένον πέλαγος λίμνην φησί; ὅτι πρὸς τιμὴν τῆς θεοῦ πρὸς τὸ παρὸν ἐγαληνίασε. P. Q. 341. μενεαίνων] προθυμούμενος· σημαίνει γὰρ ἑκάτερον ἡ λέξις. τὸ δὲ ὧδʼ ἔρξαι ἀντὶ τοῦ οὕτως ἔρδε. H. 342. ἔρξαι] πρᾶξον. ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. V. ἀπινύσσειν] μωραίνειν, ἀπὸ τοῦ πινυτός ὁ φρόνιμος. πινύσσω ῥῆμα, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀπινύσσω τὸ μωραίνω. B. E. 344. ἐπιμαίεο] ἐφίεσο τοῦ νόστου τῆς γῆς τῶν Φαιάκων. H. T. 346. τῆ δὲ, τόδε κρήδεμνον] τὸ μὲν ἵνα ἀξιόπιστος ὁ λόγος γένη- ται ἐπὶ τοσοῦτον διανηχομένου τοῦ Ὀδυσσέως. τὸ δὲ πρὸς ἀσφά- λειαν αὐτῷ ἔμελλεν, ὥσπερ σύμβολον τῆς θείας βοηθείας. P. Q. T. στέρνοιο] στέρνοισι, διχῶς αἱ Ἀριστάρχειαι. H. P. τὸ δὲ τανύσ- σαι ἀπαρέμφατον διὰ τὸ βαλέειν. P. 347. κακὸν] γρ. δέος. H. 349. ἂψ ἀπολυσάμενος] μακρὸν ἀπὸ τῆς γῆς. P. βαλέειν] πάλιν τοῖς ἀπαρεμφάτοις ἀντὶ προστακτικῶν χρῆται. λέγει δὲ ὅτι ῥίπτων τὸ ἱμάτιον ἀποστραφήσεται. H. P. Q. 350. πολλὸν ἀπʼ ἠπείρου] ἵνα μὴ τὸ κῦμα ἐκβράσῃ αὐτὸ εἰς τὴν γῆν. B. P. Q. T. 352. ἄψ] γρ. καὶ, αἶ ψα. H. M. P. 354. αὐτὰρ ὁ μερμήριζε] οἱ μὲν δειλοὶ καὶ τὰ εὐηθέστατα προσίεν- ται ὑπὸ φιλοψυχίας, ὁ δὲ χαίρειν ἐάσας τὰς ὑποθήκας τῆς θεᾶς τῷ ἑαυτοῦ λόγῳ προσέχει, πείρᾳ μαθὼν ἐκ τῶν ἔμπροσθεν συμπτωμάτων καὶ τὰ φιλανθρωπότατα ὑποπτεύειν. P. Q. T. 356. αὖτε] γρ. καὶ ἄλλον. M. 357. ὅτε με] ἐπειδή. Gl. M. γρ. ὅ τε με. χωρίζει Ἀριστοφάνης διὰ τὸ ὅτε. H. P. 358. ἀλλὰ μάλʼ οὔπω πείσομʼ] οὐκ εἰς ἅπαντα καταφρονεῖ τῆς ὑποθήκης, ἀλλʼ εἰς δευτέραν ἐλπίδα αὐτῷ χρήσασθαι τῷ κρηδέμνῳ. P. Q. 364. ἀναστρεπτέον τὴν πάρα. δηλοῖ γὰρ τὸ πάρεστιν, ἐπεὶ οὐδέν μοι πάρεστιν ἄμεινον προνοήσασθαι. H. M. T. 367. κατηρεφὲς] ὑψηλὸς ὥστε σκεπάσαι αὐτόν. B. P. T. ὅρα δὴ πῶς ἑαυτῷ ἐπαγωνίζεται ἐν τῇ ἐπαγγελίᾳ ὁ ποιητής. ἄνω γὰρ εἰπὼν “ἔλασεν μέγα κῦμα κατάκρης” ἤγουν ὁλοκλήρως, νῦν κατηρεφὲς τὸ κῦμα εἶπεν, οἱονεὶ τὸ καταστεγάζον αὐτοῦ τὴν κεφαλήν. P. Q. 368. ὡς δʼ ἄνεμος ζαὴς ἠΐων] μεγάλως. H. ὀξυτόνως τὸ ζαής. B. H. PT. ἤϊα δὲ τὰ ἄχυρα παρὰ τὸ πανταχόθεν ἰέναι διὰ τὴν ἀσθένειαν. B. P. T. ἀχύρων, παρὰ τὸ ἰέναι ταχέως τὸ ἄχυρον. δηλοῖ δὲ καὶ τὰ βρώματα καὶ ἐφόδια. V. ἠΐων θημῶνα] πάντα κοινῶς τὰ σιτία τινῶν ἤϊα Ὄμηρος καλεῖ. οὕτως γοῦν καὶ τὰς ἐλάφους εἴρηκεν “αἵτε καθʼ ὕλην θώων πορδα- λίων τε λύκων τʼ ἤϊα πέλονται” (Il. ν, 103.) . καὶ τὰ ἄχυρα δὲ σιτία ζῴων τινῶν εἴη. P. Q. παρὰ τὸ ἰέναι καὶ φέρεσθαι ταχέως. B. 369. καρφαλέων—μακρὰ] ἑκάτερον τῷ ἐπιθέτῳ ἐπέτεινεν. P. 371. κέληθʼ ὡς ἵππον ἐλαύνων] οἶδε μὲν ὁ ποιητὴς τὸν κέλητα, οὐκ εἰσάγει δὲ τοὺς ἥρωας αὐτῷ χρωμένους, εἰ μὴ ἐξ ἀνάγκης ἐν τῇ Δο- λωνείᾳ τὸν Διομήδην. P. Q. T. κέλητα ἵππον λέγει τὸν ἄζυγον τὸν κατὰ μόνας ἐλαυνόμενον. T. μονοκάβαλλον. Gl. P. ὡς κέλης, ὅ ἐστιν ὁ ἄζευκτος ἵππος. V. 377. ἀλόω] πλανῶ σύ. Gl. M. διαίρεσίς ἐστι τοῦ ἀλῶ, διὸ βα- ρυτόνως ἀναγνωστέον. P. T. 378. διοτρεφέεσσι] γράφεται, Φαιήκεσσι. B. 379. ἀλλʼ οὐδʼ ὥς σε ἔολπα] πάλιν ἄλλων δεινῶν προσδοκίαν ὑπο- βάλλει ἀνακινῶν ἀγῶνα τῷ ἀκροατῇ. B. P. Q. ὀνόσσεσθαι] διχῶς νοεῖται, ἢ ὀνόσσεσθαι καὶ μέμψασθαί σε τῆς κακότητος ἤτοι τῆς ταλαιπωρίας, ἧς ἔπαθες, ἢ ὀνόσσεσθαι καὶ ἀπό- νασθαί σε, ἤτοι ὠφεληθῆναί σε τῆς κακότητος τῆς σῆς ἕνεκα, ἤτοι τῆς κακουργίας, ὅτι ἐφόνευσας τὸν ἐμὸν υἱόν. B. ἐκφυγεῖν ἢ ἐξευ- τελίζειν τὴν κάκωσιν. E. 381. Αἰγὰς] τόπος, ἐξ οὗ καὶ Αἰγαῖον πέλαγος. B. Αἰγαὶ πό- λις Ἀχαΐας. οἱ δὲ νῆσον πρὸ τῆς Εὐβοίας ἱερὰν Ποσειδῶνος. E. V. Αἰγῆ, νῆσος πέραν Εὐβοίας ἱερὰ Ποσειδῶνος, ἥτις νῦν ἐπεκλύσθη. οἱ δὲ, πλησίον Σαμοθρᾴκης. P. 383. ἀνέμων κατέδησε κελεύθους] κατέπαυσε τὰς πνοάς. E. τῶν ἄλλων ἀνέμων δηλονότι. B. P. Q. T. 385. πρὸ δὲ κύματʼ ἔαξεν] κατέαξε τὰ τῶν ἄλλων κύματα. ἐπι- φέρει γὰρ, μεγάλου ὑπὸ κύματος ἀρθείς. V. καὶ πῶς κύματι πηγῷ ἐπλάζετο; δῆλον οὖν ὅτι τὰ τῶν ἄλλων ἀνέμων κύματα ἔπαυσε, μόνον δὲ βορρᾶν ἀφῆκε πνεῖν. B. P. Q. T. τοῦτο δοκεῖ μάχεσθαι τῷ ἐπιφερομένῳ “ἔνθα δύο νύκτας, δύο δʼ ἤματα κύ- ματι πηγῷ πλάζετο.” λύοιτο δʼ ἂν ἐκ τῆς λέξεως· τὰ γὰρ πρότερα, φησὶ, κύματα κατέαξε τὰ ἐκ τῶν ἄλλων ἀνέμων, μόνον δὲ τὸν βορέαν εἴασε πνεῖν. τινὲς δὲ μεταγράφουσιν “πρὸ δὲ κύματʼ ἔαγεν.” E. T. 386. τὸ ἕως ἀντὶ τοῦ ἵνα, ὡς καὶ ἀλλαχοῦ “εἵως χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξί” (Od. ζ, 80.) . τινὲς δὲ γράφουσιν, ὅπως Φαιήκεσσιν. B. H. P. Q. 388. κύματι πηγῷ] οἱ μὲν γλωσσογράφοι μέλανι καὶ ἰσχυρῷ, ψνχρῷ, ἀδιαλύτῳ. τινὲς δὲ γαληναίῳ. κρεῖσσον δὲ εὐπαγεῖ, εὐτραφεῖ καὶ εὐμεγέθει. E. P. Q. V. 389. προτιόσσετʼ ὄλεθρον] προεμαντεύετο, προέβλεπε. B. ἐπιστροφὴν ἐποίει καὶ ἔβλεπε. E. ἐν ὀφθαλμοῖς καὶ φανερῶς ἑώρα τὴν ἑαυτοῦ ἀπώλειαν. P. Q. V. πλάζετο] ὁ μὲν Ἀρίσταρχος τὸ πλάζετο, Αἰολικῶς ἐκτείνων τὸ α, ἐπὶ τοῦ ἐπλήσσετο λαμβάνει, ἔνιοι δὲ ἐπὶ τοῦ ἐπλανᾶτο. P. Q. 391. ἠδὲ γαλήνη ἔπλετο] γαλήνη ἀνέμων, οὐ κύματος. ἐπάγει οὖν “μεγάλου ὑπὸ κύματος ἀρθείς.” πολλάκις δὲ μετὰ τὴν τῶν ἀνέμων λῆξιν τὸ ἐνδόσιμον τοῦ πνεύματος ἔτι ἐπεγείρει κύματα. B. E. H. P. Q. T. ἡ γαλήνη οὖν οὐ τῶν κυμάτων ἦν, ἀλλὰ τῶν ἀνέμων. πολ- λάκις δὲ παυσαμένων τῶν ἀνέμων μένει τὸ πέλαγος κύματι κωφῷ κυλινδούμενον. Q. T. ἠδὲ γαλήνη] Ἀρίσταρχος ἡ δέ, ἄρθρον δεχόμενος τὸ η. οἱ δὲ ἀντὶ τοῦ καί. H. 393. ὑπὸ κύματος] ἐν τῇ Ἀριστοφάνους καὶ Ῥιανοῦ, ἐπὶ κύμα- τος. H. 394. ὡς δʼ ὅταν ἀσπάσιος] κάλλιστα παραδείγματα παρὰ γονέων χρηστῶς ἐκτίθεται ὁ ποιητὴς παιδεύων, πῶς ἔχειν πρὸς γονέας δί- καιον· καὶ “ζώειν μὰν ἔτι φασὶ Μενοίτιον, ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι, τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα” (Il. π, 14.) . P. Q. οὐ μόνον πρὸς τὴν χαρὰν καὶ τὸ ἀνέλπιστον ἡ παραβολὴ, ἀλλὰ καὶ τὸ χρόνιον τῶν πρόσθεν δεινῶν. P. T. 396. ἔχραε] ἐπέσκηψε, μετὰ βλάβης ἐπῆλθεν, ἢ ἐπεβάρησε καὶ ἐπέθετο. H. P. V. 397. ἀσπάσιον δʼ ἄρα τόν γε] ἀσπασίως θέλοντα ἐκεῖνον. B. 398. ἀσπαστὸν ἐείσατο γαῖα] παρὰ Καλυψοῖ μὲν διατρίβων Ἰθά- κην ποθεῖ, ἐν θαλάττῃ δʼ ὢν οὑχ ὅπως πόλιν, ἀλλʼ αὐτὴν μόνην τὴν ξηρὰν οὐσίαν. P. Q. 400. γέγωνε βοήσας] ὅστις γεγωνὼς ἐβόησε. τὸ δὲ ἐγεγώνει ἀντὶ τοῦ εἰς ἀκοὰς ἐγένετο βοήσας τις. B. ὥστε ἐξακουστὸν γενέσθαι βοήσαντά τινά. E. V. ἐγνώσθη, ἠκούσθη. P. 401. ὅτι πᾶσι καλῶς ἐδόκει ἔχειν τὰ πεπονημένα Ὀδυσσεῖ, ἕτερα ὑπεκκαύματα καὶ φιλοτιμίας ἀρχὴν κενῆς ἐξεῦρεν ὁ ποιητὴς ἐπαγω- νιζόμενος ἑαυτῷ. H. P. 402. ῥόχθει γὰρ μέγα κῦμα] τὴν πρὸς τὰς πέτρας ἀντίκρουσιν τοῦ κύματος διὰ τοῦ ῥήματος παρεστήσατο. οὐ γὰρ ἐκχεῖται ἐπʼ αἰγιαλὸν, ἀλλʼ ἔστιν ἀγχιβαθὴς ἡ ἐκβολὴ, ὥστε προσπελάζον τὸ κῦμα τοιοῦτόν τινα ἀποτελεῖν ἦχον διὰ τῶν πετρῶν. P. Q. T. ποιὸν ἦχον ἀπετέλει. τῶν δὲ πεποιημένων ἡ λέξις. τραχὺ γὰρ τὸ ρ, τὸ θ, τὸ χ. τὸ δὲ ἄχνη ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ ἔχω, ἀέχνη καὶ ἄχνη. E. ποτὶ ξερὸν ἠπείροιο] πρὸς τὸ ξηρὸν τῆς γῆς. λέγει δὲ τὸ πετρῶδες τῆς ἀκτῆς. V. ξερὸν] συστολὴ τοῦ η εἰς ε. E. 403. ἁλὸς ἄχνη] τῷ λεπτομερεστάτῳ τοῦ ἀφροῦ τῆς ἁλὸς πάντα ἐκεκάλυπτο, ἢ τῇ ἀκαθαρσίᾳ. P. V. 404. νηῶν ὀχοὶ] οἱ συνέχοντες τὰς ναῦς. ἢ ἐφʼ ὧν ὀχοῦνται καὶ ἀναπαύονται αἱ νῆες. V. διὰ τὸ ὀχεῖσθαι ἐν αὐτοῖς τὰς ναῦς. ἢ οἱ ἔχοντες καὶ φυλάσσοντες τὰς ναῦς. E. P. ἐπιωγαὶ δὲ τόποι σκέπην ἀνέμων ἔχοντες, παρὰ τὴν ἰωὴν καὶ τὸ ἄγνυσθαι, ἔνθα κλῶνται τὰ κύματα ἢ ὁ ἄνεμος διὰ τὸ μὴ εὑρίσκειν δίοδον. E. P. T. οἱ ἀνέμου σκέπην ἔχοντες τόποι, ἢ αἱ ἐξοχαὶ καὶ οἱ πλατεῖς αἰγιαλοί. V. καταδύσεις. διενηνόχασι δὲ τῶν λιμένων, ὅτι τόποι εἰσὶν ἀλίμενες μὲν, δυνάμενοι δὲ διὰ τὴν ἀπὸ τῶν ἀνέμων σκέ- πην δέξασθαι νῆας. γίνεται δὲ ἀπὸ τοῦ ἰωὴ ἡ κραυγὴ καὶ ἡ πνοὴ καὶ τοῦ ἄγω τὸ κλῶ, ἐν ἡ κλῶνται τὰ κύματα. E. τίνι διενηνόχασιν αἱ ἐπιωγαὶ τῶν λιμένων, φημὶ οὖν ὅτι ἰωὴν τὴν πνοὴν λέγει, ὥς που εἴρηκεν “ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς” (Il. λ, 308.) ποιήσας ἐκ τοῦ ἄειν, ὃ σημαίνει τὸ πνεῖν. ὅθεν ἐπειδἡ καὶ ἀντὶ τοῦ φωνεῖν καταχρηστικῶς εἶπεν “αὖε δʼ ἑταίρους” (Il. λ, 461.) ,ἰωὴν καὶ τὴν φωνὴν κέκληκε “τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή” (Il. κ, 139.) ,καὶ τὸ ἤϋσε παρὰ τὸ ἄειν. καὶ μεταφορικῶς “λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηίοιο ἰωήν” (Il. π, 127.) . κυρίως οὖν τῆς πνοῆς ἰωῆς οὔσης, ἐκ ταύτης καὶ τοῦ ἄγνυσθαι τοῦ σημαίνοντος τὸ κλᾶ- σθαι εἴρηται “βορέω ἐπιωγὴ” (Od. ξ, 533.) ,ὅπου ἄγνυται ἡ πνοὴ τοῦ βορέου. ἐπιωγαὶ οὖν ῥηθήσονται τόποι ἀλίμενες μὲν, δυνάμενοι δὲ διὰ τὴν ἐκ τῶν ἀνέμων σκέπην δέξασθαι νῆας. P. Q. T. 405. ἀλλʼ ἀκταὶ προβλῆτες] πέτραι αἱ ἐν αἰγιαλῷ πεπηγμέναι ἐν ὕψει. E. Ἄλλως. προβεβλημέναι καὶ ἐξέχουσαι τῆς θαλάσσης, λεπιδωταὶ πέτραι ὀξυβελεῖς, τὰ λεγόμενα βράχη. E. ἐξοχαί. H. οἱ προνενευκότες εἰς θάλασσαν πετρώδεις τόποι. H. P. T. αἱ προβε- βλημέναι τῆς θαλάσσης πέτραι. ἀκταὶ, ἐξοχαί. V. σπιλάδες δὲ αἱ διεσχισμέναι καὶ κεκοιλωμέναι πέτραι ὑπὸ τῆς συν- εχοῦς πλήξεως τῶν κυμάτων. E. P. Q. T. V. ἐπεὶ σπηλυγγοειδεῖς τινες οὖσαι. P. οἱ δὲ, ὕφαλοι πέτραι. E. πάγοι] αἱ εἰς ὕψος διήκουσαι πέτραι, ἢ πετρώδεις ἐξοχαί. Q. T. οἱ ὀξεῖς τόποι, αἱ πετρώδεις ἐξοχαί. ἢ ὀξεῖαι πέτραι, ἢ εἰς ὕψος ἀνέ- χουσαι πέτραι. ἀνατεταμένοι τόποι. V. 409. ὑποστικτέον εἰς τὸ Ζεύς, καὶ ἐπέρασα· ἡ γὰρ ἀνταπόδοσις εἰς τὸ “ἔκβασις οὔ πη φαίνεται.” H. ἐτέλεσσα] γρ. ἐπέρασα. H. P. 410. πρὸ πολλοῦ τὸ δεινὸν σκοπεῖ. οὐχ ἄμα τῷ πλησιάσαι. P. αὐτός ἐστιν ἑαυτοῦ συναισθανόμενος Ὄμηρος εἰς ὅσον ἀγωνίας προήγαγε τὸν λόγον. P. 412. ῥόθιον] τὸ μετὰ πολλοῦ ῥοίζου φερόμενον καὶ ὁρμητικόν. ἐκ τοῦ γινομένου ἤχου τὸ σημαινόμενον. B. E. P. V. 413. ἀγχιβαθὴς] ἡ ἐγγὺς τῆς γῆς βάθος ἔχουσα. P. V. 415. ἀφʼ ἑτέρας ἀρχῆς ἀναγνωστέον. μάλα γὰρ αὐτοῦ τὴν εὐλά- βειαν κομματικῶς λεγόμενον παρίστησι. P. λίθακι ποτὶ πέτρῃ] ἐφερμηνευτικὸν πρὸς τῇ τραχείᾳ πέτρᾳ. H. P. πέτρᾳ λιθώθει, ὅ ἐστι τὸ αὐτό. B. τῇ μικροὺς λίθους ἐχούσῃ ἐξέ- χοντας, τουτέστι τῇ τραχείᾳ πέτρᾳ ὑποπεπτωκυίᾳ τῇ θαλάσσῃ. E. 417. εἰ δέ κʼ ἔτι προτέρω] ἀντὶ τοῦ, εἴ που ἔμπροσθεν. καὶ περισ- σὸς ὁ κέ. P. T. προσωτέρω καὶ ἐκβολῇ τῆς σω προτέρω. B. 418. ἠϊόνας τε παραπλῆγας] τοὺς αἰγιαλούς. H. ὀξυτόνως τὸ παραπλήξ. παραπλῆγας δὲ τὰς μὴ ῥᾳδίως ἢ οὐ σφοδρῶς πλησσο- μένας ὑπὸ τῶν κυμάτων, διὰ τὸ μὴ ἀντικρὺς διαιρεῖν τῷ κύματι. ἢ τὰς μὴ κατὰ τὸ ἐναντίον, ἀλλʼ ἐκ πλαγίου πλησσομένας. E. P. Q. T. τοὺς ἐκ πλαγίου καὶ οὐχὶ ἀντικρὺ ἢ ὁμαλοὺς τόπους. τινὲς δὲ τοὺς ἀπὸ κυμάτων παραπλησσομένους λιμένας, ἐπιθετικῶς. V. 421. ἢ ἔτι μοι] διὰ γὰρ τὴν τοῦ θεοῦ ἐπήρειαν πάντα δεινὰ προσ- δοκᾷ. P. Q. T. 422. ἐξ ἁλὸς, οἷά τε πολλὰ] Ἀρίσταρχος γράφει, εἰν ἁλὶ, οἷά τε πολλά. H. κλυτὸςʼ Ἀμφιτρίτη] ὡς τὸ “κλυτὸς Ἰπποδάμεια,” ἀντὶ τοῦ κλυ- τή. E. ἀπὸ τῆς δαίμονος ἡ θάλασσα. E. V. Ἀμφιτρίτη] ἡ μεγάλη θάλασσα. ἡ δὲ διπλῆ πρὸς τὸ σχῆμα· καὶ ὅτι ἐν θαλάττῃ ὢν λέγει ἐξ ἁλός. H. P. Q. Ἀμφιτρίτη λέγεται ἡ θάλασσα. ἀδελφὰ γάρ εἰσι τὰ στοιχεῖα ὁ Ποσειδῶν, ὁ Ζεὺς, καὶ ὁ Πλούτων. τῷ μὲν Διὶ ἔλαχεν ἡ τρίτη μοῖρα, ἤγουν τὰ οὐράνια, τῷ δὲ Ποσειδῶνι ὡσαύτως ἡ θάλασσα, τῷ δὲ Πλούτωνι ὡσαύτως ἡ τρίτη, ἤγουν τὰ καταχθόνια. ἡ γῆ δέ ἐστι καὶ τῶν τριῶν. E. κλυτὸς Ἀμφιτρίτη] πῶς οὖν ἀλλαχοῦ φησι “κῆτος ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη;” (Od. μ, 97.) ἀλλὰ τὸ μὲν ἐπὶ τοῦ ὕδατος, τὸ δὲ ἐπὶ τοῦ στοιχείου. P. Q. T. 423. ὀδώδυσται] τὸ θέμα ὀδύω ὡς τανύω, ὤδυσται καὶ Ἀττικῶς ὀδώδυσται. B. P. T. 426. ῥινοὺς] ῥινὸς τὸ δέρμα, ὡς ἀλλαχοῦ ὁ ποιητὴς “ὑπὲ δʼ ἔστρωτο ῥινὸς βοὸς ἀγραύλοιο.” (Il. κ, 155.) M. ἐτυμολογεῖται ἀπὸ τοῦ ῥέω ῥινόν. B. δρύφθη] συνετρίβη, ἐρράγη. H. ἀπεδρύφθη, ἀπεξύσθη. ἀπὸ τοῦ δέρας δρύπτω. B. ἐμφαντικῶς διέτεμε τὰς λέξεις. H. P. 439. ὣς] τινὲς περιέσπασαν τὸ ὧς, ἵνα σημαίνῃ τὸ ὅμως, ἔνιοι δὲ ὤξυναν. B. P. T. παλιρρόθιον] παλινόρμητον, εἰς τοὐπίσω φερόμενον, ἐκ τοῦ ἀντικρὺ ῥέοντος. V. παλινορμήτως ὑποστρέψαν τὸ κῦμα πάλιν ἀπήνεγκεν αὐτὸν ἀπὸ τοῦ αἰγιαλοῦ εἰς τὸ πέλαγος. B. P. T. 431. ἐπεσσύμενον] ὁ Ἰξίων, ἀπεσσύμενον, καὶ μᾶλλον τὸ παλιρ- ρόθιον. H. P. 432. ὡς δʼ ὅτε πουλύποδος] ὥσπερ οἱ πολύποδες ἀποσπώμενοι τῶν πετρῶν ἀντιλαμβάνεσθαι εἰώθασι ταῖς κοτυληδόσι καρτερῶς, οὕτως ἀντείχετο ταῖς χερσὶ καὶ προσεπεφύκει ὁ Ὀδυσσεὺς, ὥστε καὶ ἀπο- ξέσαι αὐτοῦ μέρος τι τοῦ δέρματος, καὶ προσείχετο τῇ πέτρᾳ. E. οὐκ ἔξωθεν ἡ εἰκὼν, ἀλλʼ ἐκ τῶν ἐνύδρων. δύσριγον δὲ ὃν τὸ ζῷον ἀντέχεται τῆς πέτρας θερμαῖνον αὐτὴν καὶ ἀντιθαλπόμενον ὑπʼ αὐ- τῆς. H. P. Q. T. καθὼς δὲ ἐκ θαλάσσης πολύποδος ἑλκομένου πυκνοὶ καὶ συνεχεῖς λίθοι πρὸς τὰς κοτύλας συνέχονται. T. τοῦ ὀκτάποδος. εἶδος δὲ ἰχθύος ὁ ὀκτάπους. V. 433. πρὸς κοτυληδονόφιν] ὡς χαλκόφιν. λάιγγες τὰ μικρὰ λιθά- ρια, ἢ μικρὰ ψηφίδια. P. Q. πρὸς ταῖς κοτυληδόσι. κοτυληδόνες δέ εἰσιν αἱ τοῦ πολύποδος πλεκτάναι. ἐναντίως δὲ παραβέβληνται. V. 434. ὣς τοῦ πρὸς πέτρῃσι] σημειοῦνταί τινες ὅτι οὐ κατὰ πᾶν ὡμοίωται τὰ τῆς παραβολῆς. ἐκεῖ μὲν γὰρ τὸ σῶμα λίθακας ἀπο- σπᾷ, ὧδε δὲ πρὸς ταῖς πέτραις ἐναπομένει μέρος τοῦ δέρματος. Q. 436. ὑπὲρ μόρον] δύο εἰσὶ μέρη λόγου. P. 437. εἰ μὴ ἐπιφροσύνην δῶκε] σύνεσιν, ἐπίνοιαν. H. γρ. εἰ μὴ ἐπὶ φρεσὶ θῆκε. H. P. 438. κύματος ἐξαναδὺς] ὁ ἀναδύνων ἐκ τοῦ κύματος, τῶν κυμάτων ἐκείνων ἅτινα ἀποπτύονται καὶ ἐξερεύγονται εἰς τὴν ἤπειρον. B. τό τʼ] ὅπερ. Gl. P. ὅπερ ἐρεύγεται καὶ προσρήγνυται μετὰ ἤχου. P. 439. νῆχε παρὲξ] ὀξύτονον τὸ παρέξ, μεθʼ ὃ βραχὺ διασταλ- τέον. δηλοῖ τὸ παρενήχετο. P. οὔτε πλησίον πάνυ, ὅπερ δηλοῖ ἡ παρά, οὔτε πόρρω, ὅπερ δηλοῖ τὸ ἐξ. E. ἄμφω εἰς τὴν καρτερίαν Ὀδυσσέως. ὡς νηχόμενος γὰρ τῆς παρα- τηρήσεως οὐκ ἠμέλει. P. Q. 440. ἠϊόνας τε παραπλῆγας] παραπλαγιαζομένας τῇ πληγῇ, οὐκ ἐξ ἐναντίου, πλαγίως δὲ πλησσομένας ὑπὸ τῶν κυμάτων. B. E. H. P. T. 441. ἀλλʼ ὅτε δὴ ποταμοῖο] Σώσωνά φασι τοῦτον λέγεσθαι τὸν ποταμόν. P. Q. 443. λεῖος πετράων] ἢ ὅτι πέτρας οὐκ εἶχεν, ἢ ὅτι εἶχε μὲν, λείας δὲ ὅμως αὐτὰς εἶχεν. B. P. Q. T. 444. ἡ ἀνταπόδοσις εἰς τὸ “ἔγνω δὲ προρέοντα,” ἵνα περιττεύῃ ὁ σύνδεσμος. P. καὶ εὔξατο ὃν κατὰ θυμόν] οἰκεῖον γὰρ τῷ νηχομένῳ μὴ φθέγγε- σθαι, ἀλλὰ τῷ λογισμῷ τὴν εὐχὴν ἐκφέρειν. B. P. Q. εἶτά φησιν ὁ ποιητὴς ηὔξατο. P. 445. πολύλλιστον] πολυλιτάνευτον, ἀπὸ τοῦ λιτή ἡ παράκλησις. B. E. οὕτω πολύλλιστον κατʼ αἰτιατικὴν ἀντὶ τοῦ πολυλίστως. P. T. εὔχεται τῷ ποταμῷ ὡς ἂν ἑκάστου ἔχοντος δαίμονα. ὁ δὲ καὶ ἐν ταῖς κρήναις οἶδεν θεὰς, ἂς Νύμφας καλεῖ “Νύμφαι κρηναῖαι, κοῦραι Διός” (Od. ρ, 240.) ,καὶ ἄλλαι “Νύμφαι ὀρεστιάδες, κοῦραι Διός” (Il. ζ, 240.) . οὕτω πεπληρῶσθαι θείων δυνάμεων Ὅμηρος ἡγεῖται πάντα. T. 447. αἰδοῖος μέν τʼ ἐστί] οἶμαι διὰ τὸν ἱκέσιον Δία, ὅς ἐστι πα- τὴρ ἀνδρῶν τε θεῶν τε. E. ὁ μέν παρέλκει. ὁ δὲ νοῦς, ἀνδρῶν ὅστις ἵκηται ἀλώμενος, αἰδοῖός ἐστι καὶ ἀθανάτοισι θεοῖσι. B. P. Q. καὶ παρὰ τοῖς θεοῖς, φησὶν, ὁ ἱκέτης αἰδέσιμος καὶ προσδεκτός ἐστι. B. P. Q. 449. σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω] μιᾷ δεήσει καὶ τὴν φύσιν τοῦ ῥεύματος καὶ τὸ σῶμα συνέπλεξεν. P. Q. T. 451. παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα] μιᾷ δεήσει τὸ ἴδιον κῦμα καὶ τὸν ἴδιον ῥοῦν ἐπέσχεν. Q. T. 453. ἐς ποταμοῦ προχοάς] ἀντὶ ἀντωνυμίας τὸ ὄνομα. οὐ γὰρ εἶπεν εἰς τὰς ἑαυτοῦ προχοάς. ἡ διπλῆ οὖν παράκειται πρὸς τὸ τῆς ἑρμηνείας ἴδιον. B. E. P. Q. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε] τὰ γὰρ νεῦρα ἀπὸ πολλοῦ κρύους ἀκινητοῦσιν. ἵνα γοῦν μὴ κρατηθῶσιν αὐτῷ ταῦτα ἔκαμψεν. E. οἱ γὰρ ἐπὶ πλέον ἐν ὑγρῷ διατρίψαντες ἀπορθοῦνται τὰ νεῦρα, καὶ δέονται μαλάξεώς τινος εἰς τὸ καταπεσεῖν. P. Q. T. 454. ἁλὶ γὰρ δέδμητο] τῇ θαλάσσῃ καταπεπονημένος ἦν. V. 455. ὤδεε] εἰ μὲν ἄνευ τοῦ ι, ὦζεν, εἰ δὲ σὺν τῷ ι, ᾠδήκει. H. P. ἔνιοι ᾤδησεν ὄγκῳ. V. · κήκιε] ἀπὸ τοῦ κίω τὸ παραγίνομαι. ἀνηκοντίζετο πολλὴ καὶ ἐβρώμει, ἀφʼ οὗ καὶ καπνός. B. 457. ὀλιγηπελέων] ὀλίγον ἔχων τοῦ πέλειν. B. E. P. T. ὁ δὲ λό- γος, ὡς ὀλιγοδρανέων. P. T. ἤγουν ὀλιγοψυχῶν. B. E. 458. ἄμπνυτο] ἔμπνυτο, διὰ τοῦ ε. H. 459. καὶ τότε δὴ κρήδεμνον] ἐν πρώτοις μέμνηται τῶν ἐντολῶν τῆς εὐεργέτιδος. P. Q. T. Ζηνόδοτος, ἀπὸ ἕο. ἡ κοινὴ, ἀπὸ ἕθεν. H. P. 460. ἁλιμυρηέντα] τὸν τῇ ἁλὶ ὁμοῦ ῥέοντα, ἤγουν ἀναμεμιγμένον τῇ θαλάσσῃ. ἢ τὸν εἰς ἅλα μυρόμενον. E. ἐπιθετικῶς τὸν εἰς τὴν θάλασσαν ἐρευγόμενον, τουτέστιν εἰς θάλασσαν ῥέοντα. P. Q. 461. κατάρροον διὰ τοῦ ἑτέρου ρ. H. P. 463. ὑπεκλίνθη] ἐφίλησε, ἠσπάσατο. H. τῇ σχοίνῳ ὑπέκλινεν ἑαυτόν. H. T. σχοίνῳ ὑπεκλίνθη] τῇ λεγομένῃ βρούλῳ ὑπέπεσε. E. 465. τί νύ μοι μήκιστα γένηται] τί πλέον μοι τούτων γενήσε- ται; B. T. τὸ τέλειον, τί μοι τούτων γενήσεται; P. 466. δυσκηδέα νύκτα] δυσφρόντιστον, κακὰς φροντίδας ἐμποιοῦ- σαν. B. P. Q. T. ἀμφότερα δὲ ἄπορα, τὸ κοιμηθῆναι, διὰ τὸ κρύος, καὶ τὸ πόρρω ἀπιέναι, διὰ τὰ θηρία. B. P. Q. φυλάξω] Ἀρίσταρχος, φυλάσσω, ἐν παρατάσει, καὶ προσυπα- κούει τὸ ἐμαυτόν. τὸ ἑξῆς, μή με δαμάσῃ. H. P. 467. στίβη τε] ἡ ἑωθινὴ ψύχρα. B. T. ἡ πάχνη, ἀπὸ τοῦ στι- βάζεσθαι. B. τὸ ἐξ αἰθρίας κρύος γενόμενον μάλιστα παρὰ τοὺς πόδας καὶ τὰς χεῖρας ἅμα ἡμέρᾳ, ὅπερ ἔνιοι λέγουσι μάλκην. E. ἡ ἑωθινὴ ψύχρα, ἡ πάχνη. τῶν ἅπαξ δὲ εἰρημένων ἡ λέξις. P. Q. ἡ πάχνη κατὰ ἀντίφρασιν, ἢ τὸ ἑωθινὸν ψῦχος. V. θῆλυς ἐέρση] ἡ τρόφιμος δρόσος. τρόφιμον γὰρ τὸ θῆλυ. οὐκ εἶπε δὲ θήλεια, ἀλλὰ θῆλυς ἀρσενικῶς, ὡς ποιητικώτερον. εἰ γὰρ καὶ ἀρσενικῶς λέγεται ὁ θῆλυς, ἀλλʼ ἔχει τὸ σημαινόμενον θῆλυ. B. Q. ἡ πάχνη ἡ θάλλουσα ἐκ τοῦ πυκνοῦσθαι. εἰ γὰρ μὴ πυκνωθῇ ἡ ἀναθυμίασις ἐκ τοῦ ὕδατος καὶ ἐκ τοῦ κρύους, πάγος ἄλλως οὐ πήγνυται. E. θῆλυς] θάλλουσα. ἐέρση] δρόσος. V. 468. κεκαφηότα θυμόν] ἐκπεπνευκότα· κάπος γὰρ τὸ πνεῦμα. E. 469. αὔρη δʼ ἐκ] γρ. αὔρη γάρ. H. P. ψυχρὴ πνέει] ἐντεῦθεν παρίσταται ὅτι καὶ ἀνέμων φύσιν ἀκριβῶς κατενόησεν Ὅμηρος, ὧν ἡ γένεσις ἐκ τῶν ὑγρῶν ἐστι. τοῦ μὲν γὰρ ὕδατος ἡ μεταβολὴ εἰς ἀέρα γίνεται, ὁ δʼ ἄνεμός ἐστιν ἀὴρ ῥέων. E. 470. ἐς κλιτὺν ἀναβὰς] τὴν ὑψηλὴν πρόσβασιν τοῦ ὄρους, τὴν ἀκρώρειαν, ἢ τὴν ἀπόκλισιν. E. P. Q. V. 471. θάμνοις] ἐκ τοῦ θαμινοῦ τὸ συχνὸν γίνεται θάμνος. B. 474. δοάσσατο] οὕτως ἔδοξεν αὐτῷ κέρδιον, οὕτω πως ὡς κατιὼν ὁ λόγος δηλώσει, “βῆ ῥʼ ἴμεν εἰς ὕλην.” B. τὸ καθʼ ἑαυτό. P. 475. βῆ ῥʼ ἴμεν] γράφεται, βῆ δʼ ἴλεν. E. 476. περιφαινομένῳ] πάντοθεν κατοπτευομένῳ. T. περιορωμένῳ, περὶ ὃν τόπον οὐκ ἔστιν ὕλη, ἀλλὰ μόνον θάμνος, τὸ δὲ περὶ αὐτὸν ψιλόν. V. 477. ἐξ ὁμόθεν πεφυῶτας] ἐν τοῖς ὑπομνήμασι, γεγαῶτας. H. Q. τὸ δὲ σχῆμα ἀντίπτωσις, ἵνʼ ᾖ, τὸν μὲν φυλίης, τὸν δʼ ἐλαίης. ἢ στικτέον μετὰ τὸ πεφυῶτας, ἵνα ἐν τοῖς ἑξῆς λείπῃ τὸ ἦν ῥῆμα, ὁ μὲν φυλίης ἦν, ὁ δὲ ἐλαίης. P. Q. πλεονάζει ἡ ἐξ πρόθεσις. P. φυλίης] φυλία εἶδος ἐλαίας, μυρρίνης ὅμοια φύλλα ἐχούσης. οἱ δὲ τὸ ἀγριέλαιον λέγουσιν. B. P. Q. T. 478. τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων] ἐξ οὗ ἔλαβε τὸν στίχον ὁ Ἡσίοδος. E. τοὺς μὲν] ἀντὶ τοῦ δή· ἢ συνέσταλται Ἰακῶς. P. ἀμφίβολον· ὑγρὸν μένος, ἢ ὑγρὸν ἀέντων, ἀντὶ τοῦ ὑγρῶς ῥεόν- των. τῆς ἀμφιβόλου διαστολὴ ἡμᾶς ἀπαλλάττει. P. Q. 481. τὸ ἔφυν συσταλτέον. P. ἐπαμοιβαδίς] ἐπαλλακτικῶς. P. ἐπιπεπλεγμένοι ἐναλλάξ. V. 483. φλλων γὰρ ἔην χύσις] ἐὰν ἀφ᾿ ἑτέρας ἀρχῆς ἀναγνῶμεν τοῖς ἑξῆς συνάπτοντες, ἔσται καθολικὸς ὁ λόγος, ὅτι τοσαῦτα ἦν τὰ φύλλα ὥστε καὶ δύο καὶ τρεῖς καλύψασθαι. ἐὰν δὲ ὡς διὰ μέσου κείμενον διορθῶμεν, ἔσται τοσαῦτα φύλλα ἐπιβεβλημένος ὅσον δύο ἢ τρεῖς καλύψαι, πλεῖον τῶν δεόντων δηλονότι. P. Q. ἤλιθα πολλὴ] ἀπὸ τοῦ ἅλις καὶ τοῦ θα ἐπιτατικοῦ μορίου. E. 484. ἔρυσθαι] προπαροξυτόνως, ἵνα σημαίνῃ παρατατικόν. P. 485. εἰ καὶ μάλα περ χαλεπαίνοι] ἡ ὥρα. ἤτοι χαλεπῶς ὑπὸ ῥίγους διατεθείη. B. E. Q. T. 488. δαλὸν] κεκαυμένον ξύλον. H. T. σποδιῇ] σποδῷ, κονίᾳ. H. 489. ἀγροῦ ἐπʼ ἐσχατιῆς] ἄκρως τῇ ἐπεξεργασίᾳ. οὐ γὰρ ἐν τῇ πόλει χρεία ταύτης τῆς προνοίας. Q. 490. σπέρμα πυρὸς] πᾶσα οὐσία μείωσιν πάσχει. τὸ δὲ πῦρ ἐν ὅσῳ κἂν τὸ τυχὸν ἔχῃ, πάλιν αὔξεται. ὃ εἰδὼς πρῶτος ὁ ποιητὴς εἶπε σπέρμα πυρός. καὶ τὸ σπέρμα γὰρ ἐξ ἐλαχίστου αὔξεται. ἔστι δὲ ὁ τρόπος μεταφορά. πρὸς τοῦτο καὶ ὁ Αἰσχύλος ἀντεμηχα- νήσατο εἰπὼν πηγὴν πυρὸς ἐν Προμηθεῖ δεσμώτῃ ἐν οἷς φησι “ναρ- θηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς πηγὴν κλοπαίαν.” B. E. H. P. Q. T. μεταφορικῶς τὸν σπινθῆρα τοῦ φωτὸς εἴρηκεν. P. Q. 490. αὔοι] ἐξάπτοι. P. V. ὁ Ἰξίων, αὔῃ. H. P.