Ancient Greek · ~1 min
Volume 1, Book 6
Scholia in Homerum, Scholia in Odysseam 1.6.Z. ΥΠΟΘΕΣΙΣ.
Not analysed yet
Ἀθηνᾶ ἐπιστᾶσα ὄναρ Ναυσικάᾳ τῇ Ἀλκινόου θυγατρὶ, κελεύει αὐτῇ τὴν ἐσθῆτα ἐπὶ τὸν ποταμὸν ἀγαγούσῃ πλύνειν, πλησίον γὰρ αὐτῇ εἶναι τὸν γάμον. ἡ δὲ τὸ κελευσθὲν ποιεῖ. ἔπειτα παίζει μετὰ τῶν θεραπαινῶν. ἀκούσας δὲ αὐτῶν Ὀδυσσεὺς ἐξυπνίζεται, καὶ δεη- θεὶς Ναυσικάας, ἐσθῆτα καὶ τροφὴν παρʼ αὐτῆς λαβὼν ἕπεται αὐτῇ εἰς τὴν πόλιν. E. H. P. Q.