Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΟΔΥΣΣΕΙΑΝ., Book 9
Scholia in Homerum, Scholia in Odysseam 9.Ι. ΥΠΟΘΕΣΙΣ.
Not analysed yet
ΤΗΣ μεγάλης διηγήσεως ἀρχὴν περιέγει ἡ ῥαψῳδία αὕτο, ὡς ἀποπλεύσας ἐξ Ἰλίου Ὀδυσσεὺς πρῶτον μὲν τῇ Κικόνων παρέβαλε γῇ, καὶ μίαν αὐτῶν τὴν ἐπὶ θάλασσαν ἐπόρθησε πόλιν, Ἴσμαρον κα- λουμένην, ἔπειτα δὲ Μάλεον παραπλέων Λακωνικῆς ἀκρωτήριον ὑπὸ σφοδροῦ πνεύματος ἐξηνέχθη περῶν μέγα πέλαγος καὶ τῇ τῶν Λωτο- φάγων παρέβαλε γῇ, καὶ ἐντεῦθεν ἀποπλεύσας τῇ Κυκλωπίᾳ τὸν μὲν ἄλλον στόλον εἴασε πρὸς τῇ νήσῳ καθορμοῦντας. καὶ τέλος ἔσχεν ἐνταῦθα ἡ ῥαψῳδία. H. Q.