Ancient Greek
Λεξιφάνης.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 12-9
Not analysed yet
10—12 ἀμῃγέπῃ: ἀντὶ τοῦ κατά τινα τρόπον, ὅσον δή τι. ἀτι μαγελοῦντι ἀντὶ τοῦ ἐξυβρίζοντι, ἐκφεύγοντι τὴν στρατείαν, περιφρονοῦντι· καὶ γὰρ ἀτιμαγέλας ταύρους φασὶ τοὺς ἐξοιστρῶντας καὶ τὴν ἀγέλην διὰ γενναιότητα ἀθετοῦντας. καρπόδεσμα δὲ καὶ περιδέραιον καὶ ποδο5 κάκαι ἁλύσεις εἰσὶν αἱ μὲν χειρῶν αἱ δὲ τραχήλων αἱ δὲ ποδῶν. τὰ δὲ ἐχόμενα τοῦ γελοίου ἕνεκα πέπλασται, οἷον τὸ ὑπέβδυλλεν καὶ πορδαλέος, ἃ δῆλα πᾶσιν. ἀκροκνεφὲς δὲ τὸ ὀρθρινόν φησιν ἔτι σκοτίας οὔσης. θεοεχθρία δὲ ἡ ὡς ἄν τις εἴποι θεοχολωσύνη. παίζοντος δὲ κατὰ ἐναντίον τὸ ἀπηγχόνισα. ὀκλάξ δὲ ἀντὶ τοῦ ἐπὶ γόνυ καμφθείς. τὸ δὲ βαυκαλῶν οἱονεὶ διαβρέχων ἢ βοῇ καλῶν καὶ συστρέφων, ὃ διὰ τοῦ διακωδωνίζειν παραδηλοῖ. συνεχὴς δὲ τὴν φάρυγγα ἀντὶ τοῦ πεπιεσμένος, συντεθλιμμένος. ἀναφλῶντα δὲ ἀντὶ τοῦ αἰσχρῶς τὸ αἰδοῖον τῆς πόσθης γυμνοῦντα. θαυμάζειν δὲ λέγεται καὶ τὸ φιλοφρόνως τι προσάγειν τινί. Σκοπάδειον δὲ ἀντὶ τοῦ Σκόπα ἔργον· τῶν περιωνύμων γὰρ καὶ οὗτος ἀγαλματοποιῶν. ~EVφΩΔ