Ancient Greek
15 to 20
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 15-6-20
Not analysed yet
ἐκ περιωπῆς*] ἐκ φροντίδος ἢ περισκέψεως. ~MΩ οἰνόφλυξ] φλύειν ἐστὶ τὸ ὁρμὴν ἔχειν πρός τι· ὅθεν οἰνόφλυξ ὁ εἰς τὸν οἶνον ὁρμῶν. ~Δ ὡς ζηλωτόν τινα βιώσῃ κτλ.] νηπιόφρονα φῂς τὸν φιλόσοφον, εἰ τοιαῦτα λογίζοιτο. ~Δ φιλοτησίαι] φιλοτησία ἐστίν, ἡνίκα τις ἐν ἀρίστῳ ἀπὸ τῆς δοθείσης αὐτῷ φιάλης πιὼν τὸ λοιπὸν παράσχῃ φίλῳ καὶ τὴν φιάλην χαρισάμενος. ~Δ ποτνιώμενον] ὅτι ποτνιᾶσθαί ἐστι τὸ δυσφορεῖν καὶ μετ’ οἰμωγῆς παρακαλεῖν. ~Vat. 942 νῦν μὲν γὰρ ὥσπερ κτλ.] ὡραῖον. ~E ὑπ’ αἰδοῦς αὐτῷ ἐπέτρεψας κτλ.] παναληθῆ ταῦτα, ὦ Λουκιανέ· πέπονθα γὰρ κἀγὼ τὰ ὅμοια καὶ πολλαῖς ὑποσχέσεσιν ἐξαπατηθεὶς οὐ τὴν τυχοῦσαν ἐς ὕστερον ἔσχον μεταμέλειαν, εἰ καὶ μηδὲν ὠφελήθην μεταμελούμενος. ~U