Ancient Greek
Ἀναβιοῦντες ἢ Ἁλιεύς.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 28-3
Not analysed yet
λέγε ἤδη ἐν τῷ μέρει* κτλ.] ἀντὶ τοῦ τὸ σὸν μέρος· ῥεῖ γὰρ ἤδη τὸ κατὰ σὲ ὕδωρ ἀπὸ τοῦ δικαστικοῦ ἀμφορέως. ἰστέον γάρ, ὡς τοὺς πολλοὺς ἐπισχεῖν βουλόμενοι τῆς ἀπεράντου φλυαρίας οἱ δικασταὶ τῶν ῥητόρων ὑδρίας ὕδατος πληροῦντες διά τινος διατρήματος παρεῖχον τῷ ὕδατι ἔκροιαν κελεύοντες τὸν ῥήτορα λέγειν ἐν ἀρχῇ τῆς ἀφέσεως τοῦ κρουνίσκου· ἅτε οὖν πρὸς μέτρον τοῦ ὕδατος τὸν λόγον ποιούμενοι συνέτεμνον τὸν λόγον. ~B C VφΩ