Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 31-3
Not analysed yet
ἐχέτλης*] ἐχέτλη τοῦ ἀρότρου τὸ κράτημα. ~Δ Θεμιστοκλέους*] καὶ γὰρ μόνος ὁ Θεμιστοκλῆς συνῆκε τοῦ δοθέντος Ἀθηναίοις χρησμοῦ, ὅτε περὶ Ἀθηνῶν ἐπὶ Ξέρξου ἐμαντεύοντο Ἀθηναῖοι, εἰ ἄμεινον αὐτοῖς ἐκλιπεῖν τὸ ἄστυ, καὶ ἀνεῖλεν ἡ Πυθία τὸ τεῖχος δὲ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς Τριτογενείῃ καὶ ὦ θεία Σαλαμίς, ἀπολεῖς δέ συ τέκνα γυναικῶν. ὡς οὖν μόνου Θεμιστοκλέους ἀνευρόντος, ὅτι καὶ λέγει ὁ χρησμός, τοῖς δ’ ἄλλοις ἀσυνέτου ὄντος, τοῦτο καὶ νῦν διασύρει ὁ Μῶμος, ὅτι σαφέστερα ταῦτα τοῦ χρησμοῦ ἐκείνου, ὡς μὴ δεῖσθαι Θεμιστοκλέους ἐξηγητοῦ. ~VΔ. Addit Δ: ἡ ἱστορία πλατύτερον παρ’ Ἡροδότῳ [7, 141 sq.] . ~