Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 42
Not analysed yet
ἄλλοι ἄλλα νομίζουσι, Σκύθαι μὲν Ἀκινάκῃ θύοντες κτλ.] Ἀρέθα. ἀλλ’ οὐκ ἀπὸ τῆς πλάνου περὶ τὸ θεῖον ὑπολήψεως, ὦ τάν, τῶν γνώμην παρακεκινημένων 5 ἀνθρώπων ἤδη καὶ πρόφασιν ἂν θείημεν τοῦτο ἀνυπαρξίας, ὅτι μηδ’ ἀπὸ τῶν ἀποτευγμάτων φύσεως ἡ τέχνη μωμεῖται καὶ πρὸς ἀναίρεσιν τοῦ εἶναι ἐπηρεαστικῶς ἀποσκυβαλίζεται· οὐδὲ γὰρ γένεσις ζῴων ἀπὸ τῶν ἀμβλωμάτων καὶ τῶν τεράτων, οὐκ ὀφθαλμῶν ὄψις ἀπὸ τῶν καμόντων τε καὶ λημώντων καὶ τῶν ἀμβλυωττόντων, οὐμενοῦν· οὐ δεσπότης οἰκίας, εἴ τις τὸν θυρωρὸν ἢ τὸν τοῖς πταίσμασι διακονούμενον τῆς στροφῆς κατάρχειν αὐτῆς ἀλλ’ οὐ τὸν οἰκοδεσπότην οἴοιτο τῷ ὄντι ἐμβροντησίᾳ καταληπτός. οὐ πολλῷ πλέον ἡ γραφική, εἴ τις ἐμπλήκτως ἀπὸ καλαμίδος καὶ τῶν ὁμοίων αὐτῇ μέμφοιτο, ὁὶ μηδὲ τὰ γραφικὰ φάρμακα κεράσασθαι ἀξιόπιστοι καὶ ἱκνούμενοι τῇ τέχνῃ, οὐχ ὅτι καὶ εἶδος τὸ προτεθὲν ἐμμορφώσασθαι καὶ καταλλήλως τῇ φύσει τὴν μίμησιν συμπεράνασθαι. οὐκοῦν οὐδὲ τὸ θεῖον ἀναιρήσεις ἐκ τούτων ἐπισφαλῶς ἢ τῆς καθ’ ἡμᾶς αὐτὸ προνοίας ἀποσχολάσεις ἀπὸ τῶν ὡσπερεὶ μεθύοντα τὸ περὶ αὐτὸ σέβας κιβδηλευσάντων κνωδάλων θεοποιήσει τε καὶ ἀνιερώσει καὶ προσέτι ἀνθρώπων ἀκολάστων καὶ παλαιῶν. ~Δ Ἀκινάκῃ*] φρυγάνων φακέλους οἱ Σκύθαι συννήσαντες καὶ ὑπ’ αὐτῶν τῷ ὄγκῳ ἀκινάκην ἱδρύσαντες σιδήρεον θυσίας ἐπετείους προσάγουσι προβάτων καὶ ἵππων νομίζοντες αὐτὸν εἶναι τοῦ Ἄρεως τὸ ἄγαλμα. ~ΓCVΟΩΔ