Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 43
Not analysed yet
ἀμφηχής*] ἐκ τῶν δύο μερῶν ἠχῶν, τουτέστι βοῶν· οὐδεὶς γὰρ ἤδει, περὶ τίνος ἔλεγεν, ὅτι τὸν Ἅλυν διαβὰς τὴν ἀρχὴν καταλύσει. διὰ τοῦτο δὲ καὶ διπρόσωπος. ~ΓVΩΔ. Addunt VΩΔ: γράφεται δὲ ἀμφήρης, ἵν’ ᾖ ἀφ’ ἑκατέρου ἔριδα ποιῶν. ~οἷοί εἰσι καὶ τῶν Ἑρμῶν ἔνιοι: οἱ Ἑρμαῖ τετράγωνοί τινες κίονες ἦσαν παρὰ τὰς ὁδοὺς ἱδρυμένοι ἄνω πρὸς τὸ ἄκρον εἰς κεφαλὴν ἔχοντες ἀνθρώπου μεμιμημένον τὸν λίθον. ἐνίοτε μὲν οὖν ἓν πρόσωπον εἶχεν ἡ κεφαλὴ ὡς πάντων ἀνθρώπων, ἔστι δ’ ὅτε καὶ δύο ἀφ’ ἑκατέρου μέρους. ᾐνίττετο δὲ αὐτοῖς ὁ Ἑρμῆς οὗτος τετράγωνος ὢν καὶ παρὰ τὰς ὁδούς. Ἑρμῆν τὸν λόγον βούλονται εἶναι. ἐσήμαινον οὖν τὸν βίον, ὃν διὰ τῆς ὁδοῦ παρεδήλουν, σὺν λόγῳ καὶ μετὰ λόγου πορεύεσθαι καὶ τοῦτον ἀληθῆ καὶ ἑδραῖον τὸ τετράγωνον ἀπεσάφει τοῦ σχήματος. διπρόσωπος δὲ ἐποιεῖτο εἰς ἔμφασιν τοῦ χρῆναι τοῖς φίλοις ἤτοι τοῖς τὴν αὐτὴν ἡμῖν ὁδὸν τοῦ βίου ἰοῦσι καὶ παροῦσι καὶ ἀποῦσιν ὁμοίως κατὰ διάθεσιν μένειν. ~VΔ —]ὡραῖον. ~Γ Σαρδιανός*] ὁ ἀπὸ Σάρδεων· ἐν Σάρδεσι γὰρ ἦν τὰ τοῦ Κροίσου βασίλεια. ~ΓVΩΔ ἀμφιδέξιον*] ἀμφιδέξιος λέγεται ὁ ταῖς δύο χερσὶν ὡς δεξιαῖς χρώμενος. ἀμφιδέξιον οὖν ἐνταῦθα τὸ ἐκ τῶν δύο μερῶν νοούμενον. ~ΓVΩΔ