Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.268
Not analysed yet
τράμπιος ὁλκαίης: ἤτοι τῆς ἐπισπωμένης. πολλῆς δὲ ἐμφάσεως ἡ παραβολὴ γέμει καὶ σεμνότητος κατὰ τὴν συνθήκην. τράμπις δέ ἐστι βαρβαρικὸν πλοῖον. καταχρηστικῶς δὲ εἶπεν. ὁ γὰρ νοῦς οὕτως, τοῦ πλοίου τὴν ὁλκὴν ποιοῦντος ἴσος ἐν τῷ καμάτῳ, τουτέστι τῷ βαδίσματι. ὥσπερ γὰρ τὸ πλοῖόν, φησι, τῇ βίᾳ τοῦ ἀνέμου ἐκκρούεται, ἤγουν ἀποπέμπεται, ἔξω τῆς εὐθείας ὁδοῦ καὶ πλάγιον, ἤγουν ἐπίπλευρον, φέρεται, οὕτως καὶ ὁ κεράστης πλάγιος καὶ ἐπίπλευρος ἕρπει. ὅτι πλοῖον ἡ τράμπις καὶ Λυκόφρων φησί (v. 97), τράμπις σ’ ὀχήσει καὶ Φερέκλειοι πόδες. ὑπὸ γὰρ τοῦ Φερέκλου κατεσκευάσθησαν αἱ νῆες τῷ Ἀλεξάνδρῳ. Ἀκάτω ἴσος: ἐὰν μὲν ᾖ ἀκάτῳ, ἐκ δισσοῦ κεῖται ἡ λέξις· ἐὰν δὲ καμάτῳ, ὅπερ ἄμεινον, ἀντὶ τοῦ πλῷ.