Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.438
Not analysed yet
φράζεο: ὅλος ὁ νοῦς τοῦ στίχου οὗτος, ὁ δράκων ἐτράφη μὲν ὑπὸ τοῦ Ἀσκληπιοῦ κατά τινα τόπον τοῦ Πηλίου καλούμενον Πελεθρόνιον, τὴν δὲ φύσιν ἐστὶ μέλας, ὑπόχλωρος τὴν κοιλίαν, καλὸς δὲ τὴν μορφήν, τοὺς ὀδόντας ἔχων τριστοίχους, τὸ δὲ ἐπισκύνιον παρεμφαίνων· καὶ κατὰ τὸν ἀνθερεῶνα λεπίδες ἐπεγηγερμέναι πώγωνος παρέχουσι φαντασίαν χολοβαφίνῷ σώματι προσεοικότος. τὸ δὲ δῆγμα ἄπρακτον καὶ τῷ τοῦ μυὸς δήγματι προσεοικός, κἂν σφόδρα χαλεπήνῃ. πολεμεῖται δὲ καὶ πολεμεῖ συνεχῶς τῷ ἀετῷ, πολλάκις μὲν καὶ ἐπὶ τὴν νοσσιὰν παραγενόμενος καὶ τὰ ἐν αὐτῇ ὠὰ σιτούμενος, συνεχῶς δὲ κἀκείνῳ, ὅτε ἐπὶ ἁρπαγὴν ἀρνὸς ἢ λαγωοῦ τράπηται. Πελεθρόνιον δὲ τόπος ἐστὶ τοῦ Πηλίου ἀνθώδης· διὸ καὶ οὕτω καλεῖται ἀπὸ τοῦ πέλειν ἐκεῖσε τὰ ἄνθη· θρόνα γὰρ τὰ ἄνθη λέγονται.