Ancient Greek
180b.441 to 180b.450
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.441-450
Not analysed yet
ἄγραυλος δὲ ἤτοι ἀγλαός, καλός, λαμπρός, εὐπρεπής, ὡραῖος φαίνεται. ἐπισκύνιον δέ, ὃ καὶ σκύνιον, εἶπε τὸ ἐπάνω τῶν ὀφρύων. κολοίβαφος δὲ ὁ χολῆς χρώματι βεβαμμένος, ἢ χλωρός, ὡσεῖ σμαραγδώδης ἢ χρυσίζων. αὕτως δὲ ὁμοίως τοῖς ἄλλοις ὄφεσιν. οἷα νυχηβόρου: γράφεται καὶ μυχηβόρου, τοῦ ἐν τοῖς μυχοῖς ἐσθίοντος· ἐὰν δὲ οἷα νυχηβόρου, λέγεται τοῦ ἐν νυκτὶ ἐσθίοντος μυὸς ὃ ἂν εὕρῃ. ὑπὸ κραντῆρος: κραντῆρες λέγονται οἱ ὕστερον ἀναβαίνοντες ὀδόντες παρὰ τὸ κραίνειν καὶ ἀποπληροῦν τὴν ἡλικίαν. νεωτέρων γὰρ ἤδη ἡμῶν γενομένων φύονται οἱ ὀδόντες οὗτοι. Κλεάνθης δὲ σωφρονιστῆρας αὐτοὺς καλεῖ. νῦν ἁπλῶς τοὺς ὀδόντας. σωφρονιστῆρες δὲ διὰ τὸ ἅμα τῷ ἀνιέναι αὐτοὺς καὶ τὸ σῶφρον τοῦ νοῦ λαμβάνειν ἡμᾶς. ὄρνις αἰετὸς ἐκ παλακῆς: γράφεται γὰρ καὶ ἐξ αἴθρης. καὶ ἐὰν μὲν ᾖ ἐκ παλαχῆς, δῆλον ἀντὶ τοῦ ἐξ ἀρχῆς· ἐὰν δὲ καὶ ἐξ αἴθρης, ἐκ τοῦ αἰθέρος, ὑψόθεν. βλώσκοντα δὲ ἤτοι ἀναστρεφόμενον, νεμόμενον τὸν δράκοντα λέγει.