Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.452
Not analysed yet
τόκον κτίλα τ’ ὤεα: τὰ κτίλα ἐπὶ τῶν ἡμέρων καὶ τιθασσῶν τίθεται καὶ ἐπὶ τῶν τῆς ποίμνης προηγουμένων κριῶν καὶ ἐπὶ τῶν λιπαρῶν. ὁ δὲ Ἐμπεδοκλῆς ἐπὶ τῶν ἡμέρων καὶ πραέων ἦσαν δὲ κτίλα πάντα καὶ ἀνθρώποισι προσηνῆ, θῆρές τ’ οἰωνοί τε, φιλοφροσύνη τε δεδήει, καὶ Ἡσίοδος χρὴ πατρὶ κτίλον ἔμμεναι. ὁ δὲ ποιητὴς τὸν ἡγεμόνα τῶν ποιμνίων κριὸν λέγει (Il. Γ 196) αὐτὸς δὲ κτίλος ὣς ἐπεπωλεῖτο στίχας ἀνδρῶν.