Ancient Greek
180b.456 to 180b.459
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.456-459
Not analysed yet
ἀτέλεστα διώκει: ὁ δράκων δηλαδὴ τὸν ἀετόν, καθὸ οὐδὲν αὐτῷ δύναται ποιῆσαι περιπετομένῳ ἐν ὕψει. τὸ δὲ ἀτέλεστα ἀντὶ τοῦ ἀτελείωτα. τὸ δὲ ὑποδράξ ἀντὶ τοῦ ὑποβλεμματικῶς, ὑποβλεπόμενος. χαλαίποδος: γράφεται καὶ χωλοίποδος καὶ κυλλόποδος. ἀμφότερα δὲ τὸν χωλὸν σημαίνει, χαλαίποδος διὰ τὸ κεχαλασμένους τοὺς πόδας ταῖς ἁρμονίαις ἔχειν. Ἡφαίστου νῆσον τῆν Λῆμνον ἐκάλεσε, ὡς λέγει καὶ Ὅμηρος (Il. Α 593) κάππεσεν ἐν Λήμνῳ. Σάμον δὲ δυσχείμερον τὴν Σαμοθρᾴκην ἐδήλωσεν.