Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.460
Not analysed yet
Ῥησκυνθίδος: τὸ Ῥησκύνθιον ὄρος Θρᾴκης Ἥρας ἱερόν, ἐξ οὗ τὴν προσηγορίαν ἔσχε Ῥησκυνθίδα. ἔστι δὲ τῆς Ηρας καὶ Ζηρυνθίου Απόλλωνος νεὼς ἐν τῷ αὐτῷ τόπῳ. τῆς δὲ Αἴνου πλησίον ἐστὶν ὁ ποταμὸς Ἕβρος. οὐ μακρὰν δέ ἐστι τοῦ ποταμοῦ ἡ Ζώνη ἡ πόλις, μεθ’ ἣν αἱ Ὀρφέως δρύες εἰσίν, ὑφ’ ἃς πόλις ἐστὶ Ζηρύνθιον, ἐν ᾗ τὸ ἄντρον. μέμνηται τῆς Ζώνης καὶ Ἀπολλώνιος (Argon. I 29) ἐν τῇ Θρηικίῃ Ζώνῃ ἐπιτηλεθάουσαι. μέμνηται καὶ οὗτος ὁ Νίκανδρος τῷ μὲν ὑπὸ Σωναῖον ὄρος δρύες ἀμφί τε φηγοί ῥιζόθι δινήθησαν ἀνέστησάν τε χορείαν οἷά τε παρθενικαί. Ἄλλως. Ῥησκύνθιον δὲ ὄρος Θρᾴκης, ἐν ᾧ Ἥρα ἐτιμᾶτο, ἐξ οὗ καὶ ἡ Ῥησκυνθίς.