Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.462
Not analysed yet
καὶ δρύες, τουτέστιν ὄρος ἐν ᾧ εἰσιν αἱ δρύες τοῦ Οἰαγρίδου, τουτέστι τοῦ Ὀρφέως τοῦ υἱοῦ τοῦ Οἰάγρου. Ζηρύνθιον δὲ ἄντρον ἐστὶν ἐν Σαμοθρᾴκῃ. Λυκόφρων δέ φησι (v. 77) Ζηρύνθιον ἄντρον τῆς κυνοσφαγοῦς θεᾶς, ὅ ἐστι σπήλαιον τῆς Ἑκάτης.