Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.463
Not analysed yet
Δήεις: διὰ μακροῦ ἀπεδόθη ἡ ἀπόδοσις. ἔστι δὲ οὗτος μακρὸς καὶ κατάστικτος. ὅν τε λέοντα· λέοντα αὐτόν φησι καὶ λέγει ἢ διὰ τὸ πολύστικτον καὶ ποικίλον τῶν φολίδων ἢ διὰ τὸ γενναῖον. Ἅλλως. λέοντα ἐκάλουν τὸν κεγχρίνην ἢ διὰ τὸ ἑαυτὸν μαστίζειν τῇ οὐρᾷ καὶ διεγείρειν ἐις μάχην ὡς λέοντα ἑαυτόν, ἢ διὰ τὸ δάκνειν καὶ ῥοφᾶν τὸ αἷμα τοῦ ἀνθρώπου, ἅτινα δὴ καὶ λέων ποιεῖ. ῥοφᾷ δὲ τὸ αἷμα διὰ τῶν κατακλείδων.