Ancient Greek
180b.465 to 180b.471
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.465-471
Not analysed yet
Πολύστροφον: ἀντὶ τοῦ εὐκίνητον ἢ πολλὴν στροφὴν καὶ μέγεθος ἔχον, οἷον εὔμηκες. τὰ γὰρ μακρὰ τῶν ἑρπετῶν πολύστροφά εἰσιν. αἶψα δὲ σαρκί: ταχέως δὲ περὶ τὴν σάρκα σηπεδόνας ἐποίησε δυσιάτους. αὗται γάρ εἰσιν αἱ πυθεδόνες· Ὅμηρος (Il. Δ 174) σέο δ’ ὀστέα πύσει ἄρουρα, καὶ Ἐρατοσθένης οὐδὲ πελιδναί πυθεδόνες γάστρηναν ὑπέτρεφον οὐλοὸν ἕλκος. οἱ δὲ Αἰολεῖς τὸ φθίνειν πύθεσθαι λέγουσι. μαιμώσσων: ἀντὶ τοῦ ζητῶν καὶ ὁρμῶν. γράφεται καὶ λαιμώσσων, ἀντὶ τοῦ πεινῶν, ὡς Ἱππῶναξ λαιμώσσει δέ σου τὸ χεῖλος ὡς ἐρωδιοῦ. ἐπὶ κτίλα δὲ μῆλα τὰ ἥμερα καὶ τὰ ἑπόμενα τῷ κτίλῳ, τουτέστι τῷ προηγουμένῳ κριῷ.