Ancient Greek
180b.695 to 180b.701
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.695-701
Not analysed yet
τὸ δὲ ἀλλ’ ὁπόταν χρειώ σε, ἀλλ’ ὁπόταν ἡ χρεία σε καταλαμβάνῃ καὶ κατεπείγῃ κάμνοντα ὑπὸ τῆς ἀλγηδόνος, ἀνάσωχε τῇ κνηστίδι, τουτέστι διάκοπτε εἰς μικρὰ τῇ μαχαίρᾳ τὸ σκελέτευμα, ἤτοι τὸ ἐσκληκὸς τῆς γαλῆς, καθάπερ τὸ καλούμενον σίλφιον ἢ τύρου στροφάλιγγα. ἀφαυρὸν δέ φησι τὸ σίλφιον, παρόσον χαῦνον καὶ οὐ στρυφνόν. στροφάλιγγα δὲ ἣν ἡμεῖς τροφαλίδα λέγομεν, οἷον τυροῦ τροχόν. ἐπικνήθων δὲ οἱονεὶ ἐπιτρίβων διάλυε ὡς σίλφιον ἢ τυρόν. προφερέστατον δέ, τῶν ἄλλων δηλονότι ὧν ἄνωθεν εἴρηκεν. Εἰναλίου χέλυος: ἄλλη δύναμις. πυνθάνου δέ, φησι, καὶ ἄκουε τὴν ἐκ τῆς θαλασσίας χέλυος ἐπικρατοῦσαν βοήθειαν, ἥτις ἀλέξημα γίνεται τῷ τῶν ἑρπετῶν δήγματι. κρατέουσαν δὲ θεραπευτικήν. ὅσα φῶτας: τοῦ δήγματος τῶν δολιχῶν, ὅσα τοὺς ἐπιπόνους καὶ ἀνιαροὺς ἀνθρώπους βλάπτουσιν.